Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τρίτος μετὰ τούτους πάλιν ἄλλος ἄνθρωπος δίκαιος πεφηνὼς ὁ Νῶε ἐν τῇ γενεᾀ αὐτοῦ μεμαρτύρηται. τεκμήρια δὲ καὶ τῆς τούτου δικαιοσύνης εἴη ἂν τάδε. πολὺς αὐχμὸς καὶ γνόφος ἀλέκτου κακίας τὸ πάντων ἀνθρώπων κατειλήφει γένος, οἵ τε πάντων ἀνὰ στόμα θρυλούμενοι γίγαν τες τὰς εἰς δεῦρο βοωμένας θεομαχίας ἀθέοις καὶ δυσσεβέσιν ἐγχειρήμασιν ἀπειργάζοντο· ἤδη δὲ καὶ οἱ τῆς τούτων γενέσεως αἴτιοι, εἴτε τινὸς κρείττονος μοίρας ἢ κατὰ θνητῶν φύσιν ὑπάρξαντες, εἴθ᾿ ὁπωσοῦν κατεσκευασμένοι, τῆς ἐν ἀνθρώποις περιέργου διδασκαλίας ἀπάρξαντες, γοητείας καὶ τῆς ἄλλης κακοτρόπου μαγγανείας ἐπιτεχνήματα λέγονται παρα-
καὶ δὴ πάντων ἑνὶ νεύματι διαφθείρεσθαι μελλόντων, μόνος εἷς οὗτος ὁ νῦν ἡμῖν δηλούμενος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ σὺν καὶ τοῖς οἰκείοις εὕρηται. πάντων δῆτα τῶν ἐπὶ γῆς κατακλυσμῷ διολλυμένων καὶ τῆς γῆς αὐτῆς ὑδάτων ἀθρόᾳ πλημμύρᾳ τῶν προτέρων κακῶν ἀποκαθαιρομένης ὁ θεοφιλὴς σὺν παισὶν ἅμα καὶ γυναιξὶ τῷ μετὰ ταῦτα βίῳ ζώπυρον σπέρμα παραδοξότατον πρὸς τοῦ θεοῦ τετήρηται.
γένοιτο δ’ ἂν καὶ οὕτος ἀρχέτυπος εἰκὼν, ζῶσα καὶ ἔμψυχος, τοῖς ἐξ αὐτοῦ γεγενημένοις ὑπόδειγμα τρόπο,υ θεοφιλοῦς παρεσχημένος.
Καὶ οἱ μὲν πρὸ τοῦ κατακλυσμοῦ τοιοίδε· οἶ δὲ μετὰ τοῦτον ἐπ’ εὐσεβείᾳ διαπρεπεῖς ἄλλοι πάλιν, ὧν τὴν μνήμην τὰ ἱερὰ διασώζει λόγια. τούτων τις ἱερεὺς ἀνείρηται τοῦ ὑψίστου θεοῦ, βασιλεὺς δίκαιος τῇ Ἑβραίων προσηγορίᾳ χρηματίσας.
τούτοις δὴ πᾶσιν οὐδὲ εἷς σώματος περιτομῆς λόγος ἦν, ἀλλ’ οὐδὲ τῶν Μώσεως Ἰουδαἱκῶν παραγγελμάτων παραγγελμάτων· διόπερ αὐτοὺς οὐδὲ Ἰουδαίους φάναι δίκαιον, οὐδέ γε Ἕλληνας, ὅτι μηδὲ πλείους θεοὺς ὁμοίως Ἕλλησιν ἢ τοῖς λοιποῖς ἔθνεσιν ἡγοῦντο. Ἑβραῖοι δ’ ἂν κυριώτερον ἐπικληθεῖεν, ἤτοι παρὰ τὸν Ἕβερ, ἢ καὶ μᾶλλον παρὰ τὴν ἑρμηνείαν τῆς προσηγορίας.
περατικοὶ γάρ τινες ἑρμηνεύονται, τὴν ἀπὸ τῶν τῇδε ἐπὶ τὴν τοῦ τῶν ὅλων θεοῦ διάβασίν τε καὶ θεωρίαν στειλάμενοι. φυσικοῖς γάρ τοι λογισμοῖς καὶ νόμοις ἀγράφοις τὴν ὀρθὴν τῆς ἀρετῆς διευθύναντες πορείαν, καὶ πέραν τῶν σαρκὸς ἡδονῶν ἐπὶ τὸν πάνσοφον καὶ θεοσεβῆ βίον διαβεβηκότες ἀναγράφονται.
ἐν δὴ τούτοις ἡμῖν ἅπασι καὶ ὁ βοώμενος τοῦ παντὸς ἔθνους γε
λέγει δ᾿ οὖν ἡ γραφὴ “καὶ ἐπίστευσεν Ἁβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” πατέρα δὴ πολλῶν ἐθνῶν ὁ θεῖος χρησμὸς τοῦτον ἔσεσθαι προαγορεύει, διαρρήδην τε εὐλογηθήσεσθαι ἐν αὐτῷ φησι πάντα τὰ ἔθνη τῆς γῆς καὶ πάσας τὰς φυλὰς, ἄντικρυς τὰ νῦν καθ᾿ ἡμὰς συντελούμενα θεσπίζων.
ἀλλ᾿ ὅ γε Ἁβραὰμ ἐκεῖνος μετὰ τὴν ἐν δικαιοσύνη τελείωσιν, οὐ διὰ τοῦ Μωσέως νόμου, διὰ δὲ πίστεως κατωρθωμένης αὐτῷ, μετά γε τὰς ἀναγράπτους θεοφανείας, ἐπ᾿ αὐτῷ γήρᾳ μέλλων γνησίου παιδὸς χρηματίζειν πατὴρ, πρῶτος ἀπάντων κατὰ χρησμὸν τὸ σῶμα περιτέμνεται, τοῦτο καὶ τοῖς ἐξ αὐτοῦ γεννωμένοις ἐπιτελεῖν παραδοὺς, εἴτε εἰς ἐμφανῆ σημείωσιν τῆς τῶν ἐξ αὐτοῦ παίδων πολυπληθίας, εἴτε καὶ ὡς ἔχοιεν οἱ παῖδες πάτριον γνώρισμα, ἤτοι βιοῦντες κατὰ τὸν τῶν προγόνων ζῆλον, ἢ τῆς ἐκείνων ἀρετῆς ἀπολειπόμενοι, εἴτε καθ᾿ ἑτέρας οἱασδηποτοῦν αἰτίας, ἃς οὐ νῦν σχολὴ πολυπραγμονεῖν.
τοι- όσδε μὲν οὖν καὶ οὗτος εἰς μίμησιν ἐκκείμενος. μετὰ δ᾿ αὐτὸν Ἰσαὰκ τῆς πατρῴας ὁμοῦ θεογνωσίας τε καὶ θεοφιλίας διάδοχος ἀναδείκνυται, κλήρων ἁπάντων τοῦτον κάλλιστόν τε καὶ τρισμακάριον τοῦ πατρὸς διαδεδεγμένος. μιᾷ τοῦτον γαμετῇ τὰ θεῖά φασι συνελθόντα λόγια μιᾷ χρήσασθαι παιδοποιίᾳ· καθ᾿ ἥν διδύμου γονῆς ἀποδειχθεὶς πατὴρ εἰς τοῦτο περιγράψασθαι τὴν πρὸς τὴν γαμετὴν ὁμιλίαν ὑπερ-
ἐνταῦθά σοι καὶ Ἰακωβ, ὁ καὶ Ἰσραὴλ, εἰσήχθω, διώνυμός τις γεγονὼς ἀνὴρ παρὰ τὴν τῶν οἰκείων ἀρετῶν διαλλάττουσαν προκοπήν. ὅτε μὲν οὑν ἐγγυμναζόμενος τοῖς πρακτικοῖς ἤθεσί τε καὶ βίοις τῶν ὑπὲρ εὐσεβείας πόνων ἀπεπειρᾶτο, Ἰακὼβ αὐτῷ ὄνομα ἦν, ἀσκητὴν δὲ καὶ ἀθλητὴν ἡ προσηγορία δηλοῖ ἐπὶ τὴν Ἑλλάδα μεταληφθεῖσα φωνήν·
ὅτε δὲ λοιπὸν τὰ νικητήρια κατὰ τῶν ἀντιπάλων ἀπολαβὼν στέφεται, ἤδη τε τῶν κατὰ θεωρίαν ἀγαθῶν ἀπολαύει, τηνικαῦτα αὐτῷ καὶ τοὔνομα μεταβάλλει ὁ χρηματίζων θεὸς, ὁμοῦ καὶ θεοπτίας αὐτὸν ἀξιῶν, καὶ τῶν θειοτέρων γερῶν τε καὶ τιμῶν τὰς ἀμοιβὰς διὰ τῆς προσηγορίας δωρούμενος.
λέγει δ’ οὖν πρὸς αὐτὸν ὁ χρησμὸς “οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός,” τὸν ὁρατικὸν ἄνδρα καὶ θεωρητικὸν τοῦ Ἰσραὴλ ὑποφαίνοντος ὑποφαίνοντος· ἐπεὶ καὶ τοὔνομα μεταβληθὲν σημαίνει ἄνθρωπον ὁρῶντα θεόν.