Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὁ μὲν γὰρ ἄνθρωπος καὶ χωρὶς τῆς ἀρχιτεκτονικῆς

v.1.p.394
ἔσται· ἡ δ’ οὐκ ἔσται, ἐὰν μὴ πρότερον ἄνθρωπος 7]. ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρώπους πεφυκέναι γίνεσθαι λέγειν ἀναγκαῖον. εἰ τοίνυν τοῦτο οὕτως ἔχον ἐπ’ ἀνθρώπων ἐδείξαμεν, πῶς οὐχὶ προσῆκε τὸν θεὸν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνασθαι ποιεῖν, ἀλλὰ καὶ οὐσίας; τῷ γὰρ δυνατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄντων τὸ καὶ τὰς οὐσίας οὕτως ἔχειν δείκνυται.

ἐπεὶ δὲ πόθος ἐστί σοι περὶ τῆς τῶν κακῶν γενέσεως ζητεῖν, ἐπὶ τὸν τούτων ἐλεύσομαι λόγον, καί σου βραχέα πυθέσθαι βούλομαι. τὰ κακὰ πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι, ἢ ποιότητες οὐσιῶν;

Ποιότητας οὐσιῶν εὖ ἔχειν λέγειν μοι δοκεῖ.

Ἡ δὲ ὕλη ἄποιος ἦν καὶ ἀσχημάτιστος,.

Οὕτω προλαβὼν ἐξεῖπον τῷ λόγῳ.

Οὐκοῦν εἰ τὰ κακὰ ποιότητες ὑπάρχουσιν οὐσιῶν, ἡ δὲ ὕλη ἄποιος ἦν, τῶν δὲ ποιοτήτων ποιητὴν εἶπας τὸν θεὸν εἶναι, ἔσται καὶ τῶν κακῶν δημιουργὸς ὁ θεός. ὅτε τοίνυν οὐδ’ οὕτως ἀναίτιον τῶν κακῶν δυνατὸν εἰπεῖν τὸν θεὸν, ὕλην αὐτῷ προσάπτειν περιττὸν εἶναί μοι δοκεῖ. εἰ δέ τι πρὸς ταῦτα λέγειν ἔχεις, ἄρχου τοῦ λόγου.

εἰ μὲν ἐκ φιλονεικίας ἡμῖν ἡ ζήτησις ἐγίνετο, οὐκ ἂν δεύτερον περὶ τῶν κακῶν ἠξίουν ὁρίζεσθαι ’ ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον καὶ τῆς πρὸς τὸν πλησίον ὠφελείας τὴν ἐξέτασιν ποιούμεθα τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ συγχωρεῖν.

Τὴν μὲν προαίρεσιν τὴν ἐμὴν ἐκ πολλοῦ σοι φανερὰν εἶναι δοκῶ καὶ τὴν ἐν τοῖς λόγοις σπουδὴν, ὅτι οὐ πιθανῶς εἰπὼν ψεῦδος νικῆσαι θέλω, ἀλλὰ δειχθῆναι τὴν ἀλήθειαν μετὰ ἀκριβοῦς ἐξετάσεως, καὶ σὲ δὲ οὐτῶ διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἴῳ

v.1.p.395
τρόπῳ χρώμενος νομίζεις δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, - τούτῳ χρῆσαι μηδὲν δυσωπούμενος. οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον χρησάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κἀμὲ περὶ ὧν ἀγνοῶ.

Σαφῶς παραστῆναί μοι δοκεῖς καὶ τὰ κακὰ οὐσίας ὑπάρχειν τινάς· οὐδὲ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὄντα βλέπω. ἐπεὶ τοίνυν, ὠ οὗτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. δοκεῖ σοι τὴν οὐσίαν σωματικήν τινα σύστασιν εἰναι;

Δοκεῖ.

Ἡ δὲ σωματικὴ σύστασις αὐτὴ ἐφ’ ἑαυτῆς ὑπάρχει οὐ δεομένη τινὸς, οὗ γενομένου τὸ εἶναι λήψεται;

Οὕτως ἔχει.

Δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος;

Οὕτω μοι φαίνεται.

Αἶ’ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπόταν ὁ ἐνεργῶν παρῇ;

Οὕτως ἔχει.

Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδ’ ὅπερ ἐνεργεῖ ἔσται ποτέ;

Ούκ ἔσται.

Οὐκοῦν εἰ ἡ οὐσία σωματική τις ἐστὶ σύστασις, αὕτη δὲ οὐ δεῖταί τινος, ἐν ὁ γενομένη τὸ εἶναι λήψεται, τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, αἶ δὲ ἐνέργειαι δέονταί τινος, ἐν ᾧ γενόμεναι τὸ εἶναι λαμβάνουσιν, οὐκ ἔσονται οὐσίαι τὰ κακά.