Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὁ δὲ βουλόμενος ἄλλως ὑθλεῖν οὐκ ἂν φθάνοι [*](5 Φίλων — ] vol. 2. p. 625.)

v.1.p.390
καὶ τὰ πάντων ἔργα τῶν τεχνιτῶν αἴτια τιθέμενος, ὡς ἄμεινον τῆς κατασκευῆς ἐπιλαχόντα προσθέσει τινὸς ἢ μειώσει τῶν ἐν ὕλαις. ἀλλὰ γὰρ σοφιστείας μὲν ἔργον εὑρεσιλογεῖν, σοφίας δὲ ἕκαστα διερευνᾶν τῶν ἐν τῇ φύσει.

Καὶ τὰ μὲν τοῦ Φίλωνος τοῦτον ἐχέτω τὸν τρόπον. Μαξίμῳ δὲ τῆς Χριστοῦ διατριβῆς οὐκ ἀσήμῳ ἀνδρὶ καὶ λόγος οἰκεῖος συγγέγραπται ὁ Περὶ τῆς ὕλης. ἐξ οὗ μοι δοκῶ μέτρια χρησίμως παραθήσεσθαι εἰς ἀκριβῆ τοῦ προβλήματος ἔλεγχον.

“Ὅτι μὲν ἀδύνατον ὑπάρχειν ἀγέννητα δύο ἅμα οὐδὲ σὲ ἀγνοεῖν νομίζω, εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβὼν τοῦτο προστεθεικέναι τῷ λόγῳ, τὸ πάντως ἐξ ἀνάγκης τὸ ἕτερον δεῖν λέγειν, ἢ ὅτι κεχώρισται τῆς ὕλης ὁ θεὸς θεὸς, ἢ αὖ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει.

εἰ μὲν οὖν ἡνῶσθαί τις αὐτὸν εἰπεῖν ἐθέλοι, ἕν τὸ ἀγέννητον λέξει· ἑκάτερον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων δὲ μέρη τυγχάνοντα οὐκ ἔσται ἀγέννητα δύο, ὡς οὐδὲ διάφορα μέρη κατακερματιζόμενα εἰς πολλὰ γεννητὰ, ἀλλ’ ἢ ὡς ὁ λόγος ἀπαιτεῖ) ἔν τι γεννητὸν τὸν ἄνθρωπον πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν. οὕτως ἀνάγκη, εἰ μὴ κεχώρισται τῆς ὕλης ὁ θεὸς, ἐν τὸ ἀγέννητον εἶναι λέγειν.

εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων, ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν. ἀδύνατον γὰρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθ’ ὃ ἡ διάστασις ἑκατέρου γίνεται· ὅπερ οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων.

ὃν γὰρ ἐπὶ τῶν δύο ἀγεννήτων εἴπομεν λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν, εἰ τὰ ἀγέννητα δοθείη τρία. καὶ γὰρ ἐπὶ τούτων

v.1.p.391
ἐροίμην ἂν εἰ κεχώρισται ἀλλήλων, ἢ αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον.

εἰ μὲν γὰρ ἡνῶσθαί τις εἰπεῖν ἐθέλοι, τὸν αὐτὸν ἀκούσει τῷ πρώτῳ λόγον· εἰ δ’ αὖ πάλιν κεχωρίσθαι, οὐ φεύξεται τὴν ἐξ ἀνάγκης τοῦ χωρίζοντος ὑπόστασιν.”

“Αν δὲ ἄρα τις καὶ τρίτον εἶναι λέξῃ λόγον ὡς ἁρμόζοντα περὶ τῶν ἀγεννήτων λέγεσθαι, τουτέστι τὸ μήτε κεχωρίσθαι τῆς ὕλης τὸν θεὸν μήτ’ αὖ πάλιν ὡς ἐν μέρει ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ τῇ ὕλῃ τὸν θεὸν, ἢ καὶ τὴν ὕλην ἐν τῷ θεῷ, τὸ συνέχον ἀκουέτω, ὅτι ἐὰν τόπον τοῦ θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτὸν καὶ χωρητὸν λέγειν δεῖ καὶ πρὸς τῆς ὕλης περιγραφόμενον.

ἀλλὰ μὴν καὶ ὁμοίως αὐτὸν τῇ ὕλῃ ἀτάκτως φέρεσθαι, μὴ ἵστασθαί τε μηδὲ μένειν αὐτὸν ἐφ’ ἑαυτοῦ ἀνάγκη, τοῦ ἐν ᾧ ἐστὶν ἄλλοτ’ ἄλλως φερομένου. πρὸς δὲ τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν εἰπεῖν ἀνάγκη. εἰ γὰρ ἦν ποτὲ ἄκοσμος ἡ ὕλη, ἐκόσμησε δὲ αὐτὴν εἰς τὸ κρεῖττον τρέψαι προαιρούμενος, ἦν ποτὲ ὅτε ἐν ἀκοσμήτοις ἦν ὁ θεός.

δικαίως δ’ ἂν καὶ τοῦτον ἐροίμην τὸν λόγον, πότερον ἐπλήρου τὴν ὕλην ὁ θεὸς, ἢ ἐν μέρει τινὶ τῆς ὕλης ἦν. εἰ μὲν οὖν ἐν μέρει τινὶ τῆς ὕλης εἰπεῖν τις ἐθέλοι τὸν θεὸν, πλεῖστον ὅσον μικρότερον τῆς ὕλης λέγει, εἰ δὴ μέρος αὐτῆς ὅλον ἐχώρησεν αὐτόν· εἰ δ’ ἐν πάσῃ εἶναι λέγοι τῇ ὕλῃ, πῶς ταύτην ἐδημιούργει φραστέον. ἀνάγκη γὰρ ἢ συστολήν τινα τοῦ θεοῦ λέγειν, ἧς γενομένης ἐδημιούργει ἐκεῖνο ἀφ’ οὗ ὑπεχώρησεν, ἢ καὶ ἑαυτὸν τῇ ὕλῃ συνδημιουργεῖν, οὐκ ἔχοντα ὑποχωρήσεως τόπον.