Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
καὶ τὸν μὲν τάδε ἐν ἀρχαῖς οἷα πανάγαθον αὐτῷ δεδωρῆσθαι
διὸ καὶ μάλιστα προσήκειν εὐσεβείας ἐν πρώτοις ἀντιποιεῖσθαι, καὶ τὸ πρώτως πλημμεληθὲν δευτέροις αἰσίοις ἐπιδιορθοῦσθαι, σπεύδειν τε ἐπὶ τὴν τῶν οἰκείων ἀναδρομήν τε καὶ ἀποκατάστασιν. εἶναι γὰρ τέλος ἀνθρώπου φύσεως οὐχ ὧδε ἐπὶ γῆς εἰς φθορὰν καταστρέφον καὶ ἀπώλειαν, ἀλλ’ ἐκεῖθεν ὅθεν καὶ ὁ πρῶτος ἀπέσφηλε.
διὸ χρῆναι τὸ καθαρὸν αὖθις καὶ τὸ θεοείκελον ἀνακτήσασθαι τῆς ἐν ἡμῖν νοερᾶς οὐσίας, ἐφ’ ἣν προθυμητέον ἀνιέναι παντὶ σθένει πᾶσιν ἀνθρώποις εὐσεβείας καὶ ἀρετῆς ἐπιμελομένοις.
Τοιαῦτα καὶ τὰ περὶ ἀνθρώπου φύσεως Ἑβραίοις πεφιλοσοφημένα ἄνωθεν, πρὶν ἢ καὶ εἰς ἀνθρώπους παρελθεῖν Ἕλληνας· οἱ χθιζοί τινες καὶ κομιδῇ νέοι ἀπὸ γῆς ἀνακύψαντες, τά τε βαρβάρων ὑποσυλᾶν διανοηθέντες διανοηθέντες, καὶ τῶν παρ’ Ἑβραίοις οὐκ ἀπέσχοντο, ὡς προι·ὼν ὁ λόγος αὐτίκα μάλα ἐπιδείξει.
ἀλλ’ ἐπεὶ τῶν Ἑβραἱκῶν δογμάτων ἴδιον ἦν τὸ ἴνα τῶν ἀπάντων ποιητὴν νομίζεσθαι τὸν ἐπὶ πάντων θεὸν, αὐτῆς τε τῆς ὑποκειμένης τοῖς σώμασιν οὐσίας, ἣν ὕλην προσαγορεύουσιν Ἕλληνες· τούτῳ δὲ μυρίοι βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων ἐξ ἐναντίας ἔστησαν, οἶ μὲν κακίας πηγὴν τὴν ὕλην εἶναι ἀποφηνάμενοι ἀγέννητόν τε ὑπάρχειν, οἶ δὲ τῇ μὲν οἰκείᾳ φύσει ἄποιον καὶ ἀσχημάτιστον, τῇ δὲ τοῦ θεοῦ δυνάμει τὸν κόσμον αὐταῖς ποιότησι προσειληφέναι, δεικτέον ὡς πολὺ κρεῖττον ἡ Ἑβραίων ἐπέχει δόξα, μετ’ ἀποδείξεως λογικῆς παρισταμένη τῷ προβλήματι, καὶ τὸν ἐναντίον λογισμοῖς ὀρθοῖς ἀποσκευαζομένη λόγον.
θήσω δὲ φωνὰς τῶν πρὸ ἡμῶν τὸ δόγμα
“Οὐδ' ἐκεῖνοι μὲν γὰρ ὅσιοι οἱ τὴν ὕλην ὡς ἀγέννητον ὑποχείριον εἰς διακόσμησιν διδόντες τῷ θεῷ ’ παθητὴν γὰρ αὐτὴν καὶ τρεπτὴν ὑπάρχουσαν εἴκειν ταῖς θεοποιήτοις ἀλλοιώσεσι.
καὶ πόθεν γὰρ ὑπάρχει καὶ τῷ θεῷ καὶ τῇ ὕλῃ τό τε ὅμοιον καὶ τὸ ἀνόμοιον διασαφείτωσαν. ἑκατέρου γὰρ δεῖ τινα ἐπινοῆσαι κρείττονα, ὅ μηδὲ θεμιτὸν ἐννοῇς αἰ περὶ τοῦ θεοῦ. τό τε γὰρ ἀγέννητον, ὅμοιον ἐν ἀμφοτέροις λεγόμενον, καὶ ἕτερον νοούμενον παρ’ ἑκατερον, πόθεν ἐν αὐτοῖς ἐγένετο;
εἰ μὲν γὰρ αὐτὸ ἀγέννητόν ἐστιν ὁ θεὸς, καὶ οὐσία ἐστὶν αὐτοῦ, ὡς ἂν εἴποι τις, ἡ ἀγεννησία, οὐκ ἂν ἀγέννητον εἴη ἡ ὕλη· οὐ γὰρ ταὐτόν ἐστιν ἡ ὕλη καὶ ὁ θεός·) εἰ δὲ ἑκάτερον μέν ἐστιν, ὅπερ ἐστὶν ἡ ὕλη καὶ ὁ θεὸς, πρόσεστι δὲ ἀμφοτέροις τὸ ἀγέννητον, δῆλον ὡς ἕτερόν ἐστιν ἑκατέρου, καὶ ἀμφοτέρων πρεσβύτερόν τε καὶ ἀνωτέρω.
ἀνατρεπτικὴ δὲ παντελῶς καὶ τοῦ ταῦτα συνυπάρχειν συνυπάρχειν, μᾶλλον δὲ τοῦτο ἕτερον αὐτῶν τὴν ὕλην ἐφ’ ἑαυτῆς ὑπάρχειν, καὶ ἡ τῆς ἐναντίας ἕξεως διαφορά.
εἰπάτωσαν γὰρ τὴν αἰτίαν, δι’ ἣν, ἀμφοτέρων ὄντων ἀγεννήτων, ὁ μὲν θεὸς ἀπαθὴς, ἄτρεπτος, ἀκίνητος, ἐργαστικὸς, ἡ δὲ τὰ ἐναντία παθητὴ, τρεπτὴ, ἄστατος, μεταποιουμένη.