Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τὸ δὲ τούτῳ περιπεπλασμένον ἔξωθεν ἑτερογενὲς μὲν ὑπάρχειν τὴν οὐσίαν καὶ γηγενὲς, εἶναι δὲ καὶ αὐτὸ θεοῦ ἔργον ἀπὸ γῆς ληφθὲν καὶ εἰς αὐτὴν ὑποστρέφον. διὸ καὶ χρῆναι τούτου μὲν ὅσα καὶ ἀλόγου θρέμματος τὸν δεσπότην ἠχθισμένου φροντίζειν φροντίζειν, ἄγειν τε πράως αὐτὸ, καὶ τρέφειν οἷα δοῦλον, πρὸς ἀνθρωπείου βίου διακονίαν εὖ προσηνωμένον, τὸν δ’ εἴσω δεσπότην, ὡς ἂν εὐγενῆ καὶ θεοῦ συγγενῆ τὴν φύσιν, ἐλευθερίοις τρόποις τιμᾶν, ἅτε καὶ πρὸς τοῦ πάντων αἰτίου τετιμημένον.
λέγει δ’ οὖν τὰ λόγια ὡς ἄρα τὴν πρώτην ἀνθρώπου φύσιν δυνάμεσι θείαις καὶ ὁμοιώσει θεοῦ κοσμήσας ὁ παμβασιλεὺς ἁρμόδιον οἶς ἐδωρήσατο τὴν πρώτην ἀπεκλήρωσε διατριβὴν τοῦ βίου ἐν ἀγαθῶν παραδείσῳ, δείσω, χορείαις συγκαταλέξας θείαις.
καὶ τὸν μὲν τάδε ἐν ἀρχαῖς οἷα πανάγαθον αὐτῷ δεδωρῆσθαι
διὸ καὶ μάλιστα προσήκειν εὐσεβείας ἐν πρώτοις ἀντιποιεῖσθαι, καὶ τὸ πρώτως πλημμεληθὲν δευτέροις αἰσίοις ἐπιδιορθοῦσθαι, σπεύδειν τε ἐπὶ τὴν τῶν οἰκείων ἀναδρομήν τε καὶ ἀποκατάστασιν. εἶναι γὰρ τέλος ἀνθρώπου φύσεως οὐχ ὧδε ἐπὶ γῆς εἰς φθορὰν καταστρέφον καὶ ἀπώλειαν, ἀλλ’ ἐκεῖθεν ὅθεν καὶ ὁ πρῶτος ἀπέσφηλε.
διὸ χρῆναι τὸ καθαρὸν αὖθις καὶ τὸ θεοείκελον ἀνακτήσασθαι τῆς ἐν ἡμῖν νοερᾶς οὐσίας, ἐφ’ ἣν προθυμητέον ἀνιέναι παντὶ σθένει πᾶσιν ἀνθρώποις εὐσεβείας καὶ ἀρετῆς ἐπιμελομένοις.