Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
“αἰνεῖτε τὸν θεὸν ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς, αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν, αὐ- τὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, προστάγματα ἔθετο, καὶ οὐ παρελεύσεται.”
Τοιαῦτα καὶ τὰ παρὰ Ἑβραίων δόγματα, ἃ
Ἕπεται καὶ περὶ τῆς ἐναντίας δυνάμεως τίνα ποτὲ τὰ Ἑβραίων λόγια παραδίδωσιν ἐπισκέψασθαι. τὰς μὲν οὖν θείας δυνάμεις, νεύματι τοῦ πατρὸς τῷ σύμπαντι ἐφεστώσας κόσμῳ, τά τε λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν βασιλείαν, τούς τε ἱεροὺς ἀγ- γέλους τοῦ θεοῦ καὶ ἀρχαγγέλους, πᾶσάν τε τὴν διάκονον τῶν ἀγαθῶν νοερὰν οὐσίαν, φωτεινὴν οὖσαν, καὶ πάντων ὑπηρέτιν τῶν εἰς ἀνθρώπους ἐκ θεοῦ δωρουμένων ἀγαθῶν, τὸν παμβασιλέα πάντων δορυφορεῖν θεὸν, κἄπειτα τῶν κατ᾿ οὐρανὸν δίκην ἄστρων, τὸν ἥλιον τῆς δικαιοσύνης, καὶ τὸ σύζυγον αὐτῷ ἅγιον πνεῦμα περιπολεῖν, τῆς τε τούτων χορηγίας τοῦ φωτὸς ἀπολαύειν· διὸ καὶ φωστῆρσι τοῖς κατ᾿ οὐρανὸν εἰκότως παραβάλλεσθαι·
τὴν δὲ ἐκ τούτων παρατετραμμένην, καὶ τῆς τῶν κρειττόνων χορείας δι᾿ οἰ- κείαν φαυλότητα στερομένην, σκότος τε ἀντὶ φωτὸς ἀλλαξαμένην, ἔμπαλιν ἢ τὰ πρῶτα, ταῖς ἁρμοττούσαις τῇ τοῦ τρόπου μοχθηρίᾳ προσηγορίαις ὀνομάζει.
τὸν γοῦν κατάρξαντα τῆς πτώσεως, αὑτῷ τε καὶ ἑτέροις τῆς τῶν κρειττόνων ἀποστασίας γενόμενον αἴτιον, ὡς ἂν διόλου χαμαὶ τῆς τῶν θειοτέρων εὐσε-
ὑπόθεσιν δ’ αὐτῷ φασιν οἶ θεῖοι λόγοι γεγονέναι τῆς ἀποπτώσεως μανίαν φρενῶν καὶ διανοίας ἔκστασιν, ὧδέ πως ὁμοῦ τὴν πτῶσιν αὐτοῦ καὶ τὴν φρενοβλάβειαν διηγούμενοι “πῶς πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωὶ ἀνατέλλων; συνετρίβη ἐπὶ τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου, εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.”
καὶ πάλιν ‘τάδε λέγει κύριος, ἀνθ’ ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας, , θεός εἰμι ἐγὼ, κατοικίαν θεοῦ κατῴκηκα.” καὶ αὖθις “σὺ ἀποσφράγισμα ὁμοιώσεως, καὶ στέφανος κάλλους, ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ θεοῦ ἐγενήθης, πάντα λίθον χρηστὸν ἐνδέδεσαι” καὶ τὰ ἑξῆς.
οἷς ἐπιλέγει ἐν ὄρει ἁγίῳ θεοῦ ἐγενήθης, ἐν μέσῳ λίθων πυρίνων ἐγεννήθης, ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου, ἀφ’ ἧς ἡμέρας σὺ ἐκτίσθης, ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί. ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοὺ κάλλους σου, διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρ- ριψά σε.”
Διὰ δὴ τούτων ἄντικρυς τὴν μετὰ τῶν θειοτέρων δυνάμεων προτέραν τοῦ δηλουμένου διατριβὴν καὶ τὴν ἀπὸ τῶν κρειττόνων δι’ οἰκείαν μεγαλαυχίαν καὶ θεομαχίαν ἀπόπτωσιν μεμαθήκαμεν
ὧν βραχύ τι καὶ μικρὸν ἀπόσπασμα, γυμνασίου χάριν τῶν εὐσεβείας ἀθλητῶν, ἀμφὶ γῆν καὶ τὸν ὑπὸ σελήνην ἀέρα καταλειφθὲν, τῆς ἐν ἀνθρώποις πολυθέου πλάνης κατ’ οὐδὲν ἀθεότητος διαφερούσης συναίτιον γέγονε.