Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ταῦτα μὲν οὖν ἀπὸ μυρίων ὅσων τῆς Ἑβραίων θεολογίας ἐκκείσθω. ἆρ’ οὖν ἄξιον ἐν συγκρίσει παραβάλλειν αὐτοῖς τὰς τῶν σοφῶν Ἑλλήνων θεολογίας, τῶν μὲν μηδ’ ὅλως εἶναι θεὸν ἀποφηναμένων, τῶν δὲ τοὺς ἀστέρας εἶναι φασκόντων, οὓς καὶ μύδρους τυγχάνειν διαπύρους, ἥλων καὶ πετάλων δίκην ἐμπεπηγότας τῷ οὐρανῷ, τῶν δὲ πῦρ εἶναι τεχνικὸν ὁδῷ βαδίζον, καὶ τῶν μὲν μὴ προνοίᾳ θεοῦ διοικεῖσθαι τὸν κόσμον, φύσει δέ τινι ἀλόγῳ, τῶν δὲ τὰ μὲν οὐράνια μόνα ὑπὸ θεοῦ διοικεῖσθαι, οὐ μὴν καὶ τὰ ἐπὶ γῆς, καὶ πάλιν ἀγέννητον εἶναι τὸν κόσμον, καὶ μηδ’ ὅλως ὑπὸ θεοῦ γενέσθαι, αὐτομάτως δὲ καὶ συντυχικῶς ὑφεστάναι, τῶν δὲ ἐξ ἀτόμων καὶ λεπτῶν σωμάτων ἀψύχων τινῶν καὶ ἀλόγων τὴν τοῦ παντὸς σύστασν γεγονέναι;

ἀλλὰ τὰ μὲν ἐκ τῶν παρ’ Ἑβραίοις λογίων περὶ τοῦ τῶν ὅλων θεοῦ ὡς ἐν βραχέσι τοιαῦτα· συνιδεῖν δὲ ἕπεται καὶ τὰ μετὰ τὸν τῶν ὅλων θεὸν περὶ τῆς τῶν γενητῶν ἀρχῆς Ἑβραίοις πεφιλοσοφημένα.

Θαλῆς μὲν ὁ Μιλήσιος ἀρχὴν τῶν ἁπάντων τὸ ὕδωρ εἶναι ἀπεφήνατο, Ἀναξιμένης δὲ τὸν ἀέρα, Ἡράκλειτος τὸ πῦρ, Πυθαγόρας ἀριθμοὺς, Ἐπίκουρος ἅμα Δημοκρίτῳ σώματα ἄτομα, Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα. ἴδωμεν τοιγαροῦν καὶ τὰ παρ’ Εβραίοις λόγια.

μετὰ τὴν ἄναρχον καὶ ἀγένητον τοῦ θεοῦ τῶν ὅλων οὐσίαν, ἄμικτον οὖσαν καὶ ἐπέκεινα πάσης καταλήψεως, δευτέραν οὐσίαν καὶ θείαν δύναμιν, ἀρχὴν τῶν γενητῶν ἀπάντων πρώτην τε ὑποστᾶσαν κἀκ τοῦ πρώτου αἰτίου γεγενημένην, εἰσ-

v.1.p.370
άγουσι, λόγον καὶ σοφίαν καὶ θεοῦ δύναμιν αὐτὴν προσαγορεύοντες.

τοῦτο δὲ πρῶτος διδάσκει λέγων Ἰὼβ “ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης; οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴν εὑρέθη ἐν ἀνθρώποις, ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. ὁ κύριος συνέστησεν αὐτῆς τὴν ὁδὸν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς.

καὶ ὁ Δαβὶδ δέ που ἐν ψαλμῳδίαις, ἑτέρῳ προσειπὼν τὴν σοφίαν ὀνόματι, φησὶ “τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,” τὸν τῶν ἁπάντων δημιουργὸν λόγον θεοῦ τοῦτον ἐνευφημήσας τὸν τρόπον· οὐ μὴν ἀλλὰ καὶ ὁ τούτου παῖς Σολομῶν ὧδέ πη ἐξ αὐτῆς προσωποποιεῖ τῆς σοφίας λέγων “ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. δι᾿ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην.”

καὶ πάλιν “κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ τὰς ἀβύσσους γενέσθαι, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν συμπαρήμην αὐτῷ, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ᾿ οὐρανὸν, ἤμην σὺν αὐτῷ ἁρμόζουσα. ἐγὼ ἤμην ᾗ προσέχαιρε καθ᾿ ἡμέραν, ηὐφραινόμην δὲ ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας.”

ταῦτα Σολομῶν ἐν Παροιμίαις. καὶ ταῦτα δέ πη ἐξ αὐτοῦ λέγεται τοῦ προσώπου “τί δέ ἐστιν σοφία, καὶ πῶς ἐγένετο, ἀπαγγελῶ, καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστή- ρια, ἀλλ᾿ ἐξ ἀρχῆς γενέσεως ἐξιχνιάσω.” οἷς ἑξῆς ἐπιλέγει “ἔστι γὰρ αὕτη πνεῦμα νοερὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, εὐκίνητον, τρανὸν, ἀμόλυντον, παντοδύναμον, παντεπίσκοπον, καὶ διὰ πάν-

v.1.p.371
τῶν χωροῦν πνευμάτων, νοερῶν, καθαρῶν, λεπτοτάτων.

πάσης γὰρ κινήσεως κινητικώτερον σοφία, διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα. ἀτμὶς γάρ ἐστι τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής· διὸ οὐδὲν μεμολυσμένον εἰς αὐτὴν παρεμπίπτει. ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀιδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως, καὶ διοικεῖ τὰ πάντα χρηστῶς.”

καὶ δὴ τόνδε τὸν ἔνθεον λόγον διαφόρως ἡ θεία γραφὴ πρὸς τοῦ πατρὸς ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ πεπεμμένον εἰσάγει. αὐτὸν δ’ οὖν καὶ τῷ Ἁβραὰμ Μωσεῖ τε καὶ τοῖς ἄλλοις θεοφιλέσι προφήταις φῆναι ἑαυτὸν, καὶ χρησμοῖς τὰ πολλὰ παιδεῦσαί τε καὶ θεσπίσαι τὰ μέλλοντα ἱστορεῖ, ὁπηνίκα θεὸν καὶ κύριον ὦφθαί τε καὶ εἰς λόγους τῶν προφητῶν ἐλθεῖν μνημονεύει.

τοῦτον καὶ πᾶσιν εἰς γνῶσιν ἐλθεῖν ἀνθρώποις, οἷα νοσούντων σωτῆρα καὶ ψυχῶν ἰατρὸν πρὸς τοῦ μείζονος ἀπεσταλμένον άλεσταλμένον, ὧδέ πη θεσπίζει ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.’ καὶ πάλιν ἄλλοτέ φησιν ἴως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.” ἔνθεν καὶ ἡ εὐαγγελικὴ διδασκαλία τὸ προφητικὸν καὶ πάτριον ἀνανεουμένη δόγμα ταύτῃ πη διασαφεῖ τὴν θεολογίαν “ἐν ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.”