Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ τὴν πρώτην γε τοῦ δηλουμένου ἀνδρὸς διατριβὴν ἐν τρισμακαρίῳ θεοῦ παραδείσῳ, ἀθανάτω·ν καὶ αἰωνίων ἀγαθῶν ἔμπλεῳ, γεγονέναι ἱστορεῖ· νόμῳ δὲ θεοῦ καὶ τοῦτον ὁμοίως τοῖς ἄλλοις ἐν ἀρχαῖς τοῦ παντὸς ὑποβληθέντα δι’ ἀπροσεξίαν καὶ τῆς θείας ἐντολῆς παράβασιν τῆς τριποθήτου στερηθῆναι ζωῆς.

Ταῦτά τοι ὁ Μώσης ἐν προοιμίοις τῶν ἱερῶν νόμων φιλοσοφεῖ, μονονουχὶ προκηρύττων μὴ παραμελεῖν τῆς οἰκείας ἀξίας καὶ ἧς ἐτύχομεν πρὸς τὸ θεῖον ἀφομοιώσεως, ἐξ ἧς ἡμῖν καὶ τὸ ἀθάνατον τῆς ψυχῆς προσκεκληρῶσθαι.

μὴ γὰρ δὴ θεμιτὸν εἶναι βασιλέως ἀφανίζεσθαι εἰκόνα· εἶναι δὲ ἀρχέτυπον καὶ ἀληθῆ τοῦ θεοῦ τῶν ὅλων εἰκόνα τὸν αὐτοῦ λόγον, αὐτοσοφίαν τυγχάνοντα καὶ αὐτοζωὴν καὶ φῶς καὶ ἀλήθειαν, καὶ εἴ τι καλὸν καὶ ἀγαθόν τις ἐπινοήσειεν· εἰκόνα δὲ εἰκόνος τὸν ἀνθρώπειον νοῦν, παρ’ ὃ καὶ κατ’ εἰκόνα θεοῦ γεγονέναι ἀνωμολόγηται.

ἀναγκαῖα δὲ ταῦτα εἶναι ᾤετο Προπαιδεύεσθαι τοὺς μέλλοντας ἱεροῖς προσανέχειν νόμοις, μνημονεύειν τε τί τὸ ἀπὸ γῆς ληφθὲν αὐτοῖς καὶ εἰς γῆν αὖθις ἀναλυθησόμενον, καὶ τί τὸ ἐν ἡμῖν κρεῖττον καὶ θεῷ ἐμφερὲς, ὅπως τε χρῆν ἑκατέρῳ τῶν εἰρημένων d προσφέρεσθαι, μηδὲ ἐνυβρίζειν καὶ ἀσεβεῖν

v.1.p.365
εἰς τὸν κατ’ εἰκόνα τοῦ θεοῦ ἄνθρωπον, μηδέ γε αύτὸν ῥυπαίνειν αἰσχραῖς καὶ παρανόμοις πράξεσι, φέρειν δὲ διὰ παντὸς τῆς πρώτης καὶ τρισμακαρίας ἐκείνης διατριβῆς τε καὶ ζωῆς τὸν πόθον, καὶ σπεύδειν παλινδρομεῖν παλινδρομεῖν, εὐχὴν ποιουμένους τῆς πρώτης καὶ τρισμακαρίου ζωῆς τε καὶ ἀξίας τυχεῖν· ἀλλὰ καὶ παρασκευάζεσθαι ἐνθένδε ἤδη ἐπὶ τὴν ἐκεῖσε ἀποδημίαν, ὅτι μηδὲ ἄλλως δυνατὸν βεβήλοις καὶ μὴ κεκαθαρμένοις τῶν ἱερῶν ἐκείνων ἐπιβαίνειν, ὧν καὶ ὁ πρῶτος δι’ ἀπροσεξίαν, θείας καταφρονήσας ἐντολῆς, ἀποπέπτωκεν.

ἐπὶ τούτοις ὁ ἱεροφάντης προστίθησιν ἄλλο συνεκτικώτατον δόγμα, μὴ ἀμφιγνοεῖν διδάσκων ὅτι δὴ πάρεστί τις ἑκάστῳ πονηρὸς δαίμων ἔφεδρος, βάσκανος καὶ μισόκαλος καὶ τῆς ἀνθρώπων ἀρχῆθεν ἐπίβουλος σωτηρίας.

δράκοντα δὲ τοῦτον καὶ ὄφιν ὀνομάζει, μέλανά τε καὶ σκότους οἰκεῖον, ἰοῦ τε καὶ κακίας πλήρη· ὃν καί φησι φθόνῳ τῆς ἡμετέρας ἐνθέου ζωῆς ὑποσκελίζειν εἰσέτι καὶ νῦν καὶ ὑποσύρειν ἕκαστον τῶν τῷ θεῷ προσανεχόντων πειρᾶσθαι· τούτου δ’ ἀπάτῃ καὶ τοὺς προπάτορας ἡμῶν τοῦ γένους τῆς θειοτέρας λήξεως ἐκπεσεῖν· διὸ καὶ χρῆναι διὰ παντὸς ἐγρηγορέναι πρὸς τὰς τοῦ δηλωθέντος κακοτέχνους ῥᾳδιουργίας.

καὶ τί χρὴ ταῦτα προλαμβάνειν, δέον ἤδη ποτὲ καὶ ἐξ αὐτῶν τῶν ἐγγράφων ἕκαστα διελθεῖν τῶν διηγορευμένων; ἀρξώμεθα δὴ πρῶτον ἀπὸ θεοῦ, βοηθὸν αὐτὸν ἐν πρώτοις διὰ τοῦ σωτῆρος ἡμῶν ἐπικαλεσάμενοι.

Τὴν μὲν δὴ τῆς θεολογίας ἀρχὴν ἀπὸ τῆς τῶν ὅλων ποιητικῆς τε καὶ δημιουργικῆς δυνάμεως ἀρχόμενος ὁ κατ’ αὐτοὺς λόγος παρίστησιν, οὐ συλλογισμοῖς οὐδὲ πιθανολογίαις πιθανολογίαις, δογματικώτερον δὲ καὶ διδασκαλικώτερον ἐπιθειάζων τῷ ἁγίῳ πνεύματι·

v.1.p.366
ὑφ᾿ οὗ θεοφορούμενος ὧδέ πως ὁ Μωσῆς ἀπήρξατο τῆς θεολογίας, “ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.”

εἶτά φησιν “εἶπεν ὁ θεὸς, γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.” καὶ πάλιν “εἶπεν ὁ θεὸς, γενηθήτω στερέωμα, καὶ ἐγένετο.” καὶ πάλιν “εἶπεν ὁ θεὸς, βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ πᾶν ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ ἐγένετο.” καὶ αὖθις “εἶπεν ὁ θεὸς γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτοὺς, καὶ ἐγένετο.” καὶ πάλιν “εἶπεν ὁ θεὸς, ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ κατὰ γένος, καὶ ἐγένετο.” καὶ πάλιν “ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος, καὶ ἐγένετο.”

ἐν δὴ τούτοις φάσκουσα ἡ γραφὴ “εἶπεν ὁ θεός” τὸ θεῖον νεῦμα καὶ τὸ ὡδί πως γενέσθαι τὰ ὄντα βουληθῆναι τὸν θεὸν παρίστησιν, οὐ μὴν δὲ φωνῇ καὶ συλλαβαῖς φάναι αὐτὸν ἐπινοεῖν ἀναγκαῖον, ἀλλὰ τὸν πάντα λόγον ἀνακεφαλαιούμενος “αὕτη” φησὶν “ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς.”

τοιαύτη μὲν ἡ καθ᾿ Ἑβραίους θεολογία, λόγῳ θεοῦ δημιουργικῷ τὰ πάντα συνεστάναι παιδεύουσα. ἔπειτα δὲ, οὐχ ὧδε ἔρημον ὡς ὀρφανὸν ὑπὸ πατρὸς καταλειφθέντα τὸν σύμπαντα κόσμον ὑπὸ τοῦ συστησαμένου διδάσκει, ἀλλ᾿ εἰς τὸ ἀεὶ ὑπὸ τῆς τοῦ θεοῦ προνοίας αὐτὸν διοικεῖσθαι, ὡς μὴ μόνον δημιουργὸν εἶναι τῶν ὅλων καὶ ποιητὴν τὸν θεὸν, ἀλλὰ καὶ σω-

v.1.p.367
τἤρᾳ καὶ διοικητὴν καὶ βασιλέα καὶ ἡγεμόνα, ἡλίῳ αὐτῷ καὶ σελήνῃ καὶ ἄστροις καὶ τῷ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ δι’ αἰῶνος ἐπιστατοῦντα, μεγάλῳ τε ὀφθαλμῷ καὶ ἐνθέῳ δυνάμει πάντ’ ἐφορῶντα, καὶ τοῖς πᾶσιν οὐρανίοις τε καὶ ἐπιγείοις ἐπιπαρόντα, καὶ τὰ πάντα ἐν κόσμῳ διατάττοντά τε καὶ διοικοῦντα.

ὥσπερ οὖν ἀμέλει καὶ οἷ μετὰ ταῦτα προφῆται, ἀκόλουθα καὶ αὐτοὶ θειάζοντες, τοτὲ μὲν ἀνεφώνουν ἐξ αὐτοῦ τοῦ θείου λέγοντες προσώπου ‘‘θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐχὶ θεὸς πόρρωθεν. εἰ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, κἀγὼ οὐ γνώσομαι αὐτό αὐτό; οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος,”

τοτὲ δὲ ὧδέ πη θεολογοῦντες “τίς ἐμέτρησε tfi χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη ’στ’ σταθμῷ καὶ τὰς νάπας ζυγῷ; τίς ἔγνω νοῦν κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο;” καὶ πάλιν “ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν.” καὶ αὖθις ἀναβλέψατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα.” καὶ ἑξῆς “κύριος κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτὴν, ἐγὼ κύριος ὁ θεός.” καὶ ἑξῆς “ἐξέτεινα ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν· ἐγὼ κύριος ὁ θεὸς, οὐκ ἔστι πλὴν ἐμοῦ.”