Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὅτι μὲν γὰρ γίνεται καὶ αὐτὰ γνώριμον· οὐ μὴν ἔχει τὴν κατὰ τὸ τέλος καὶ τὴν οὑ χάριν αἰτίαν. τὰ μὲν οὖν οὕτω γινόμενα ἀσκόπως καὶ ἀπλῶς γινόμενα οὐδεμίαν εὔλογον ἔχει διαίρεσιν ·

τῶν δὲ ἐπί τι τὴν ἀναφορὰν ἐχόντων καί τινος γιγνομένων χάριν τὰ μὲν κατὰ φύσιν, τὰ δὲ κατὰ λόγον γίγνεται. τὰ τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας ἀριθμοὺς καὶ τάξιν ὡρισμένην πρόεισιν ἐπί τι τέλος, ἐν ᾧ γιγνόμενα τοῦ γίγνεσθαι παύονται , εἰ μή τι αὐτοῖς ἐνστὰν ἐμποδὼν γίγνοιτο τῇ κατὰ φύσιν αὐ- τῶν ἐπὶ τὸ προκείμενον ὁδῷ.

ἀλλὰ καὶ τὰ κατὰ λόγον γιγνόμενα ἔχει τι τέλος. οὐδὲν γὰρ ὡς ἔτυχε τῶν κατὰ λόγον γιγνομένων γίγνεται , ἀλλ’ ἐπί τινα σκοπὸν ἡ ἀναφορὰ πᾶσιν αὐτοῖς.

ἔστι δὲ κατὰ λόγον γιγνόμενα ὅσα ὑπὸ τῶν ποιούντων αὐτὰ γίγνεται λογιζομένων τε περὶ αὐτῶν καὶ συντιθέντων καθ’ ὃν ἂν τρόπον γένοιτο. οὕτω γίγνεται τά τε κατὰ τὰς τέχνας γιγνόμενα πάντα καὶ τὰ κατὰ προαίρεσιν ·

ἃ διαφέρει τῶν γιγνομένων φύσει τῷ τὰ μὲν φύσει γιγνόμενα ἐν αὑτοῖς ἔχειν τὴν ἀρχήν τε καὶ τὰς αἰ- τίας τῆς τοιαύτης γενέσεως, τοιοῦτον γὰρ ἡ φύσις), καὶ γίγνεσθαι μὲν κατὰ τάξιν τινὰ, οὐ μὴν τῆς ποιούσης αὐτὰ φύσεως ὁμοίως ταῖς τέχναις λογισμῷ περὶ αὐτῶν χρωμένης.

τὰ δὲ γιγνόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινή- σεως καὶ τὴν αἰτίαν τὴν ποιοῦσαν, ἀλλ’ οὐκ ἐν αὑ- τοῖς, καὶ τῆς γενέσεως αὐτῶν ὁ τοῦ ποιοῦντος ἡγεῖται περὶ αὐτῶν λογισμός.

τρίτον δέ ἐστιν ἐν τοῖς ἕνεκά του γιγνομένοις καὶ τὰ ἀπὸ τύχης τε καὶ τοῦ αὐτομάτου γίγνεσθαι πεπιστευμένα, ταύτῃ τῶν

v.1.p.310
προηγουμένως ἕνεκά του γιγνομένων διαφέροντα, ᾗ ἐπ᾿ ἐκείνων μὲν τὰ πρὸ τοῦ τέλους τοῦ τέλους χάριν γίγνεται, ἐπὶ δὲ τούτων τὰ μὲν γιγνόμενα πρὸ τοῦ τέλους ἄλλου χάριν γίγνεται, ἀπαντᾷ δὲ αὐτοῖς ἄλλου χάριν γιγνομένοις, ὡς τέλος, τὸ αὐτομάτως τε καὶ ἀπὸ τύχης γίγνεσθαι λεγόμενον.”

“Τούτων δὲ οὕτως ἐχόντων καὶ πάντων τῶν γιγνομένων εἰς τούτους τοὺς τρόπους νενεμημένων ἀκόλουθον ἐπὶ τούτοις ἰδεῖν ἐν τίνι τῶν ποιητικῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην.

ἆρά γε ἐν τοῖς οὐδενὸς γιγνομένοις χάριν; ἢ τοῦτο μὲν παντά- πασιν ἄλογον; ἀεὶ γὰρ ἐπὶ τέλους τινὸς τῷ τῆς εἱμαρμένης ὀνόματι χρώμεθα, καθ᾿ εἱμαρμένην τε αὐτὸ λέγοντες γεγονέναι· διὸ ἐν τοῖς ἕνεκά του γινομένοις ἀναγκαῖον τιθέναι τὴν εἱμαρμένην.”

Ταῦτα αὐτοῖς ῥήμασιν ὁ προδηλωθεὶς ἀνὴρ διελὼν διὰ πλειόνων ἑξῆς συνίστησιν, οὐδ᾿ ἄλλο τι εἶναι τὴν εἱμαρμένην ἢ τὰ κατὰ φύσιν γινόμενα· μὴ γὰρ ἐν τοῖς κατὰ λογισμὸν ἡμέτερον καὶ κατὰ τέχνην ἐπιτελουμένοις τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιθεωρεῖσθαι

φησὶ δὲ τῶν κατὰ φύσιν πλεῖστα ἐμ- ποδίζεσθαι συμβαίνειν, ἃ καὶ καλεῖσθαι παρὰ φύσιν, ὥσπερ καὶ ἐν τοῖς κατὰ τὴν τέχνην τὰ παρὰ τὴν τέχνην λέγεσθαι. εἰ δὲ ὅλως παρὰ τὸ κατὰ φύσιν γίγνεταί τινα, γένοιτ᾿ ἂν καὶ παρὰ τὴν εἱμαρμένην, εἴπερ τὰ κατὰ φύσιν ταῦτά ἐστι τὰ καθ᾿ εἱμαρμένην.

“Ὁρῶμεν γοῦν, φησὶν, ὅτι καὶ τὸ σῶμα τῷ τοιόνδε ἢ τοιόνδε εἶναι τὴν φύσιν ἐν νόσοις καὶ φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ μὴν ὁμοίως ἐπὶ πάντων, οὐδὲ ἐξ ἀνάγκης. ἱκαναὶ γὰρ ἐκκροῦσαι πολλάκις τὴν τοιάνδε ἕξιν ἐπιμέλειαι καὶ βίων ὑπαλλαγαὶ καὶ προστάξεις ἰατρῶν καὶ συμ-

v.1.p.311
βουλίαι θεῶν.