Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
“Τούτων δὲ οὕτως ἐχόντων καὶ πάντων τῶν γιγνομένων εἰς τούτους τοὺς τρόπους νενεμημένων ἀκόλουθον ἐπὶ τούτοις ἰδεῖν ἐν τίνι τῶν ποιητικῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην.
ἆρά γε ἐν τοῖς οὐδενὸς γιγνομένοις χάριν; ἢ τοῦτο μὲν παντά- πασιν ἄλογον; ἀεὶ γὰρ ἐπὶ τέλους τινὸς τῷ τῆς εἱμαρμένης ὀνόματι χρώμεθα, καθ᾿ εἱμαρμένην τε αὐτὸ λέγοντες γεγονέναι· διὸ ἐν τοῖς ἕνεκά του γινομένοις ἀναγκαῖον τιθέναι τὴν εἱμαρμένην.”
Ταῦτα αὐτοῖς ῥήμασιν ὁ προδηλωθεὶς ἀνὴρ διελὼν διὰ πλειόνων ἑξῆς συνίστησιν, οὐδ᾿ ἄλλο τι εἶναι τὴν εἱμαρμένην ἢ τὰ κατὰ φύσιν γινόμενα· μὴ γὰρ ἐν τοῖς κατὰ λογισμὸν ἡμέτερον καὶ κατὰ τέχνην ἐπιτελουμένοις τὴν τῆς εἱμαρμένης ἀνάγκην ἐπιθεωρεῖσθαι
φησὶ δὲ τῶν κατὰ φύσιν πλεῖστα ἐμ- ποδίζεσθαι συμβαίνειν, ἃ καὶ καλεῖσθαι παρὰ φύσιν, ὥσπερ καὶ ἐν τοῖς κατὰ τὴν τέχνην τὰ παρὰ τὴν τέχνην λέγεσθαι. εἰ δὲ ὅλως παρὰ τὸ κατὰ φύσιν γίγνεταί τινα, γένοιτ᾿ ἂν καὶ παρὰ τὴν εἱμαρμένην, εἴπερ τὰ κατὰ φύσιν ταῦτά ἐστι τὰ καθ᾿ εἱμαρμένην.
“Ὁρῶμεν γοῦν, φησὶν, ὅτι καὶ τὸ σῶμα τῷ τοιόνδε ἢ τοιόνδε εἶναι τὴν φύσιν ἐν νόσοις καὶ φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ μὴν ὁμοίως ἐπὶ πάντων, οὐδὲ ἐξ ἀνάγκης. ἱκαναὶ γὰρ ἐκκροῦσαι πολλάκις τὴν τοιάνδε ἕξιν ἐπιμέλειαι καὶ βίων ὑπαλλαγαὶ καὶ προστάξεις ἰατρῶν καὶ συμ-
κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατα- σκευὴν διαφόρους ἐν ἑκάστῳ προαιρέσεις καὶ πρά- ξεις καὶ βίους ἐξ ἀσκήσεως καὶ ἀπὸ μαθημάτων καὶ ἀπὸ λόγων κρειττόνων βελτιουμένων ....
εἰπόντος γοῦν ποτὲ τοῦ φυσιογνώμονος περὶ τοῦ Σωκράτους τοῦ φιλοσόφου ἄτοπά τινα καὶ πλεῖστον ἀφεοτῶτα τῆς προαιρέσεως αὐτοῦ τῆς κατὰ τὸν βίον, καὶ ἐπὶ τούτοις ὑπὸ τῶν περὶ τὸν Σωκράτην καταγελωμένου, οὐδὲν εἶπεν ὁ Σωκράτης ἐσφάλθαι τὸν Ζώπυρον· ἦν γὰρ ἂν τοιοῦτος , ὅσον ἐπὶ τῇ φύσει , εἰ μὴ διὰ τὴν ἐκ φιλοσοφίας ἄσκησιν ἀμείνων τῆς φύσεως ἐγένετο.
Καὶ τοιαῦτα μὲν τὰ κατὰ φύσιν, ἃ καὶ μηδέν φησι διαφέρειν τῶν καθ’ εἱμαρμένην.
“Τὰ δὲ ἀπὸ τύχης τοιαῦτα, ὅταν ἄλλου τινὸς χάριν γενομένῳ τινὶ μὴ τοῦτο ἀπαντήσῃ οὗ χάριν ἐγένετο, ἄλλο δέ τι ὅπερ τὴν ἀρχὴν οὐδὲ ἠλπίζετο. θησαυρόν τε γάρ φησιν ἀπὸ τύχης εὑρηκέναι τινὰ, ὅταν ἄλλου χάριν ὀρύσσων, ἀλλὰ μὴ τοῦ θησαυρὸν εὑρεῖν, θησαυρῷ περιπέσῃ · καὶ τὸ ἀργύριον ἀπὸ τύχης κεκομίσθαι τινὰ λέγουσιν, ὅταν εἰς τὴν ἀγορὰν προελθὼν ἄλλου τινὸς χάριν ἀργύριον ἔχοντι περιπεσὼν τῷ χρεώστῃ τὸ ὀφειλόμενον λάβῃ · καὶ ὁ ἵπ- πος δὲ αὐτομάτως τισὶ λέγεται σεσῶσθαι, ὅταν τρο- φῆς μὲν ἐλπίδι, ἢ ἄλλου τινὸς χάριν, ἀποφύγῃ τοὺς κατέχοντας αὐτὸν, ἀπαντήσῃ δὲ αὐτοῦ τῇ φυγῇ καὶ τῷ δρόμῳ τὸ τοῖς δεσπόταις περιπεσεῖν.
ὧν οὕτως ἐχόντων οὐδὲ ταῦτα ἂν εἴη καθ’ εἱμαρμένην. καὶ ἄδηλα δέ ἐστί τινα αἴτια ἀνθρωπίνῳ λογισμῷ, ἃ κατά τινας ἀντιπαθείας γίνεσθαι πεπίστευται, ἀγνο- ουμένης τῆς αἰτίας δι’ ἣν γίνεται. ὁποῖα περίαπτά
πολλὰ δ᾿ εἶναι παρὰ ταῦτα καὶ ἐνδεχομένως καὶ ὁπότερα ἔτυχε γινόμενα, ἃ οὐδὲ ταῦτ᾿ ἂν εἴη καθ᾿ εἱμαρμένην.
λέγεται δὲ ἐνδεχομένως γίνεσθαι ταῦτα ἐφ᾿ ὧν καὶ τὸ μὴ γενέσθαι χώραν ἔχει, ὡς καὶ αὐτὸ τὸ ὁπότερα ἔτυχε λεγόμενον ποιεῖ γνώριμον· οἷον τὸ κινῆσαί τι τῶν ἑαυτοῦ μερῶν, καὶ τὴν τυχοῦσαν τοῦ τραχήλου περιστροφὴν καὶ τὴν τοῦ δακτύλου ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα, καὶ τὸν καθεζόμενον στῆσαι, καὶ τὸν κινούμενον ἠρεμῆσαι, καὶ τὸν λαλοῦντα σιγῆσαι, καὶ ἐπὶ μυρίων εὕροι τις ἂν δύναμίν τινα ἐνυπάρχουσαν τῶν ἐναντίων δεκτικὴν, ἃ οὐκ ἂν γένοιτο ἐξ εἱμαρμένης· τὰ γὰρ ἐξ αὐτῆς οὐ δέχεται τοῦ ἐν ᾧ ἐστι τὸ ἐναντίον.”
“Ἀλλὰ καὶ τὸ βουλεύεσθαι τὸν ἄνθρωπον οὐκ εἰς μάτην αὐτῷ ὑπάρχει· ἦν δ᾿ ἂν εἰς μάτην βουλευτικὸς, εἰ ἐξ ἀνάγκης ἔπραττε τὰ πραττόμενα ἀλλ᾿ ἐναργῶς φαίνεται τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος μόνος τοῦτο παρὰ τῆς φύσεως ἔχων πλέον, τὸ μὴ ὁμοίως ἐκείνοις ταῖς φαντασίαις ἕπεσθαι, ἀλλ᾿ ἔχειν τῶν προσπιπτόντων κριτὴν τὸν λόγον· ᾧ χρώμενος, εἰ μὲν ἐξεταζόμενα τὰ φαντασθέντα οἷα τὴν ἀρχὴν ἐφάνη καὶ ἔστι, συγκατατίθεται τῇ φαντασίᾳ, καὶ οὕτω μέτεισιν αὐτά· εἰ δὲ ἀλλοῖα φαίνεται, οὐκέτι ἔμεινεν ἐπὶ τῆς προλήψεως, ἐλέγξαντος αὐτὰ τοῦ λόγου, διὰ τὸ συμβουλεύσασθαι περὶ αὐτῶν.”
“Βουλευόμεθα γοῦν περὶ μόνων ὧν δυνάμεθα πράττειν· εἰ δέ ποτε μὴ βουλευσάμενοι πράτ-
Ὅτι δὲ ψεῦδος ἦν αὐτῶν ὁ περὶ εἱμαρμένης λόγος , ἱκανὸν μαρτύριον τὸ μηδ’ αὐτοὺς τοὺς προστάτας αὐτοῦ δύνασθαι πείθεσθαι τοῖς ὑπ’ αὐτῶν λεγομένοις. καὶ γὰρ καὶ προτρέπειν καὶ διδάσκειν ἐπαγγέλλονται, καὶ μανθάνειν καὶ παιδεύεσθαι συμ- βουλεύουσιν, ἐπιτιμῶσί τε καὶ ἐπιπλήττουσι τοῖς οὐ τὰ προσήκοντα δρῶσιν, ὡς κατὰ προαίρεσιν ἰδίαν ἁμαρτάνουσιν.