Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τί οὖν ἀκολουθεῖς , ὠ Χρύ- σιππε, πάσαις ταῖς τῶν ἀνθρώπων δόξαις, καὶ οὐδεμία σοι περὶ οὐδενὸς φαίνεται διεψευσμένη , ἀλλὰ πάντες τῆς ἀληθείας εἰσὶ θεωρητικοί;

πῶς οὖν οὐδένα φὴ̣ς ἄνθρωπον , ὃς οὐχὶ μαίνεσθαί σοι δοκεῖ κατ’ ισον Ὀρέτῃ τε καὶ Ἀλκμαίωνι, πλὴν τοῦ σο- φοῦ; ἴνα δὲ ἢ δύο μόνους φὴς σοφοὺς γεγονέναι, τοὺς δὲ ἄλλους δι’ ἀφροσύνην ἐπ’ ἴσης τοῖς προει- ρημένοις μεμηνέναι;

πῶς δὲ ἀνασκευάζεις αὐτῶν τὰς δόξας ἐκείνας ὡς διημαρτημένας , οἶον τὰς περὶ πλούτου καὶ δόξης καὶ τυραννίδος καθόλου τε ἡδο- νῆς , ἅπερ ἀγαθὰ νενομίκασιν οἶ πλεῖστοι; πῶς δὲ

v.1.p.303
τοὺς κειμένους νόμους ἡμαρτῆσθαι φῂς ἅπαντας καὶ τὰς πολιτείας; ἢ διὰ τί πλῆθος τοσοῦτον βιβλίων συνέγραψας, εἰ περὶ μηδενὸς εἶχον οἱ ἄνθρωποι δόξας διημαρτημένας;

οὐ γὰρ, ὅταν μὲν ταὐτὰ σοὶ δοξάζωσιν, ὀρθῶς φρονεῖν αὐτοὺς φήσομεν, ὅταν δὲ διάφορα, μαίνεσθαι.

πρῶτον μὲν γὰρ οὐδὲ σὺ φῂς σοφὸν εἶναι σεαυτὸν, μήτι γε ἡμεῖς, ἵνα κριτήριον ποιώμεθα τοῦ καλῶς ποτὲ ἐκείνους φρονεῖν τὸ τῇ σῇ δόξῃ συνδραμεῖν· ἔπειτ᾿, εἰ καὶ τοῦτο ἦν ἀληθὲς τί λέγειν ἐχρῆν μαίνεσθαι πάντας ἐπ᾿ ἴσης, καὶ οὐχὶ καθὸ μὲν ἐφαίνοντο ταυτὰ σοὶ δοξάζοντες κατὰ τοῦτο αὐτοὺς ἐπαινεῖν, ὡς ὀρθοῦ τινὸς ἐπειλημμένους, καθὸ δὲ διεφώνουν ἁμαρτάνειν αὐτοὺς ὑπολαμβάνειν;

μαρτύριον μέντοι τῆς ἀληθείας ἱκανὸν ἡγεῖσθαι τὸ δοκοῦν ἐκείνοις οὐδὲ οὕτως ἐχρῆν φύσει, καὶ μὴ μαίνεσθαι καθάπερ σὺ οἴει, ἀλλὰ πολύ γε ἀφεστηκέναι σοφίας πᾶς ἄν τις ὁμολογήσειε.

γελοίως οὖν καὶ σὺ χρήσῃ μάρτυσι τούτοις διὰ τῆς θέσεως τῶν ὀνομάτων, οὓς οὐδὲν ἂν κατά γε σύνεσιν σεαυτοῦ φήσαις διαφέρειν, εἰ μὴ ἄρα τοὺς ἐξ ἀρχῆς θεμένους ταῦτα τὰ ὀνόματα σοφοὺς εἶναι συμβέβηκεν, ὅπερ οὐδαμῶς δεῖξαι δυνήσῃ.

ἀλλὰ γὰρ δεδόσθω σοι τοῦθ᾿ οὕτως ἔχειν, καὶ τὰ ὀνόματα ἐκεῖνα τίθεσθαι ὡς σὺ βούλει τὰς σημασίας ἔχοντα, καὶ μὴ κατὰ δόξας ψευδεῖς τὸ τοιοῦτον γεγονέναι· ποῦ τοίνυν δι᾿ αὐτῶν σημαίνεται τὰ πάντα ἁπαξαπλῶς καθ᾿ εἱμαρμένην εἶναι, καὶ μὴ, εἰ ἄρα, ταῦτα μόνα ὧν ἐστιν εἱμαρμένη;

ὅ τε γὰρ τῶν Μοιρῶν ἀριθμὸς καὶ τὰ ὀνόματα αὐτῶν καὶ ὁ τῆς Κλωθοῦς ἄτρακτος, καὶ τὸ ἐπειλημένον αὐτῷ νῆμα, καὶ τὸ ἐπίκλωσμα τούτου, καὶ ὅσα ἄλλα τοιαῦτα λέγεται ἐν ἐκείνοις, ἐνδείκνυται τὸ ἀπαράβατον καὶ ἐξ αἰῶνος κα-

v.1.p.304
θῆγον τῶν αἰτιῶν, ὅσα οὑτωσὶ κατηνάγκασται γενέσθαι, καὶ ὅσα ἄλλως ἔχειν κεκώλυται.

πολλὰ δ᾿ ἂν εἴη τὰ τοιαῦτα· ὅσα δὲ οὐχ οὕτω γίνεται, τούτων τισὶ μὲν οἱ ἄνθρωποι θεοὺς διοικητὰς καὶ δημιουργοὺς ἐπεφήμισαν, τινῶν δὲ ἡμᾶς αὐτοὺς αἰτίους ὑπέλαβον, ἄλλων δὲ αὖ πάλιν τὴν φύσιν, ἄλλων τὴν τύχην.

ἧς τὸ εὐμετάβολον καὶ ἄστατον καὶ νῦν μὲν οὕτω, νῦν δὲ οὕτως ἔχον ἐνδείξασθαι βουλόμενοι, εἰδωλοποιήσαντες τὸ ποιὸν τοῦτο σύμπτωμα τῶν πραγμάτων, ἐπὶ σφαίρας βεβηκυῖαν τὴν τύχην ἔδει- ξαν.

ἢ οὐχὶ δεδόξασται παρὰ τοῖς ἀνθρώποις καὶ ταῦτα; καὶ γὰρ εἴ ποτε συνταράττουσι τὰ αἴτια, καὶ ὅσα μὲν καθ᾿ εἱμαρμένην ἢ κατὰ τύχην γίνεται, ταῦτα ἐκ θείας δυνάμεως γίνεσθαι νομίζουσιν, ὅσα δὲ παρ᾿ ἡμᾶς, ταῦτα καθ᾿ εἱμαρμένην, ἀλλ᾿ ὅτι γε πάντα τὰ αἴτια ταῦτα ἐν τοῖς οὖσιν εἶναι δοξάζουσι παντί που δῆλον.

ὥστε οὐδὲ τὰς τῶν ἀνθρώπων ὑπολήψεις, οὐδὲ τὰς θέσεις τῶν τοιούτων ὀνο- μάτων συμμαρτυρεῖν τῇ Χρυσίππου δόξῃ συμβέβηκε.”

Τούτοις ἑξῆς ἐπιλέγει

“Ἐv μὲν οὖν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ τοιαύταις τισὶν ἀποδείξεσιν κέχρηται, ἐν δὲ τῷ δευτέρῳ λύειν πειρᾶται τὰ ἀκολουθεῖν δοκοῦντα ἄτοπα τῷ λόγῳ τῷ πάντα κατηναγκάσθαι λέγοντι, ἅπερ καὶ ἡμεῖς κατ᾿ ἀρχὰς ἐτίθεμεν· οἷον τὸ ἀναιρεῖσθαι δι᾿ αὐτοῦ τὴν ἐξ ἡμῶν αὐτῶν προθυμίαν περὶ ψόγους τε καὶ ἐπαίνους καὶ προτροπὰς καὶ πάνθ᾿ ὅσα παρὰ τὴν ἡμετέραν αἰτίαν γινόμενα φαίνεται.

φησὶν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ τὸ μὲν ἐξ ἡμῶν πολλὰ γίνεσθαι δῆλον εἶναι, οὐδὲν δὲ ἧττον συγκαθειμάρθαι καὶ ταῦτα τῇ τῶν ὅλων διοικήσει.

κέχρηταί τε παραδείγμασι ιοιούτοις τισί. τὸ γὰρ μὴ ἀπολεῖ-

v.1.p.305
σθαι, φησὶ , θοἰμάτιον οὐχ ἁπλῶς καθείμαρτο , ἀλλὰ μετὰ τοῦ φυλάττεσθαι, καὶ τὸ ἐκ τῶν πολεμίων σω- θήσεσθαι τόνδε τινὰ μετὰ τοῦ φεύγειν αὐτὸν τοὺς πολεμίους· καὶ τὸ γενέσθαι παῖδας μετὰ τοῦ βούλεσθαι κοινωνεῖν γυναικί.

ὥσπερ γὰρ , φησὶν, λέγοντός τινος Ἡγήσαρχον τὸν πύκτην ἐξελεύσε- σθαι τοῦ ἀγῶνος πάντως ἄπληκτον , ἀτόπως ἄν τις ἠξίου καθιέντα τὰς χεῖρας τὸν Ηγήσαρχον μάχεσθαι, ἐπεὶ ἄπληκτον αὐτὸν καθείμαρτο ἀπελθεῖν , τοὐ τὴν ἀπόφασιν ποιησαμένου διὰ τὴν περιττοτέραν τἀν- θρώπου πρὸς τὸ μὴ πλήττεσθαι φυλακὴν τοῦτο εἰ- πόντος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔχει.

πολλὰ γὰρ μὴ δύνασθαι γενέσθαι χωρὶς τοῦ καὶ ἡμᾶς βού- λεσθαι καὶ ἐκτενεστάτην γε περὶ αὐτὰ προθυμίαν τε καὶ σπουδὴν εἰσφέρεσθαι, ἐπειδὴ μετὰ τούτου, φησὶν, αὐτὰ γενέσθαι καθείμαρτο.

πάλιν οὖν κἀνταῦθα θαυμάσειέ τις ἂν τἀνθρώπου τὸ ἀθεώρητον καὶ ἀνεπιλόγιστον , καὶ τῶν ἐνεργειῶν καὶ τῆς τῶν ἰδίων λόγων ἀνακολουθίας. οἶμαι γὰρ ὅτι καθάπερ τὸ καλούμενον γλυκὺ τῷ καλουμένῳ πικρῷ συμβέβηκεν ἐναντιώτατον εἶναι, τῷ τε λευκῷ τὸ μέ- λαν καὶ τῷ ψυχρῷ τὸ θερμὸν , οὑτωσὶ δὲ καὶ τὸ παρ’ ἡμᾶς τῷ καθ’ εἱμαρμένην, εἴ γε καθ’ εἱμαρμένην μὲν ἐκεῖνα καλεῖν προείληφεν ὅσα καὶ ἑκόντων ἠμῶν καὶ ἀκόντων πάντως γίνεται, παρ’ ὅσα ἐκ τοῦ σπουδάζειν ἡμᾶς καὶ ἐνεργεῖν ἐπὶ τέλος ἔρχεται, ἢ παρὰ τὸ ἀμελεῖν καὶ ῥᾳθυμεῖν οὐκ ἐπιτε- λεῖται.

ἐὰν τοίνυν ἐκ τοῦ σπουδάζειν ἐμὲ θοιμάτιον φυλάττειν ἐκεῖνο σώζηται, καὶ ἐκ τοῦ βούλεσθαι τῇ γυναικὶ πλησιάζειν τὰ τέκνα γίγνηται , καὶ ἐκ τοῦ βούλεσθαι φεύγειν τοὺς πολεμίους τὸ μὴ ἀπο- θνήσκειν ὑπ’ αὐτῶν, καὶ ἐκ τοῦ διαμάχεσθαι πρὸς

v.1.p.306
τὸν ἀνταγωνιστὴν ἀνδρείως φυλάττεσθαί τε αὐτοῦ τὰς τῶν χειρῶν ἐπιβολὰς τὸ ἄπληκτον ἐκ τοῦ ἀγῶνος ἀπαλλάττεσθαι, πῶς τὸ καθ᾿ εἱμαρμένην ἐνταῦθα σωθήσεται;