Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀλλ’ οὐκ ἀνέξεσθε οὔτε ὑμεῖς οὔτε ὁ Δημόκριτος , εἰ λέγοι τις ταῦτα ’ οὐ γὰρ εἶναι πιστότερον μέτρον οὑ λέγω ’ οὐδ’ εἰ δοκεῖ καὶ ἄλλα τινὰ εἶναι, τούτῳ γ’ ἂν παρισωθείη ’ ἢ παρισωθείη μὲν ἂν, ὑπερβάλλοι δὲ οὐκ ἄν.

οὐκοῦν, φήσειεν ἄν τις, ὦ Δημόκριτε, καὶ σὺ , ὦ Χρύσιππε, καὶ σὺ, ὠ μάντι, ἐπειδὴ ἀγανακτεῖτε εἴ τις ἐθελήσαι παρελέσθαι τὴν ὑμῶν αὐτῶν ἀντίληψιν — οὐ γὰρ ἔτι τὰς πολλὰς ἐκείνας βίβλους εἶναι — φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν.

τί δή ποτε; ἔνθα μὲν ἂν ὑμῖν δοκῇ, ἔσται τοῦτο καὶ πιστότατον καὶ πρεσβύταττον, τατὸν, ἔνθα δ’ ἂν μὴ δοκῇ, ἐκεῖ καταδυναστεύσει τι λεληθὸς αὐτοῦ εἱμαρμένη πεπρωμένη , διαφορὰν ἑκάστῳ ὑμῶν ἔχουσα, τῷ μὲν ἐκ θεοῦ, τῷ δὲ ἐκ τῆς τῶν μικρῶν ἐκείνων σωμάτων τῶν φερομένων κάτω καὶ ἀναπαλλομένων ἄνω καὶ περιπλεκομένων καὶ διαλυο-

v.1.p.295
μένων καὶ διισταμένων καὶ παρατιθεμένων ἐξ ἀνάγ- κης;

ἰδοὺ γὰρ ᾧ τρόπῳ ἡμῶν αὐτῶν ἀντειλήμμεθα, τούτῳ καὶ τῶν ἐν ἡμῖν αὐθαιρέτων καὶ βιαίων. οὐ λέληθε δὲ ἡμᾶς ὅσον τὸ μεταξὺ τοῦ βαδίζειν καὶ τοῦ ἄγεσθαι , οὐδὲ ὅσον τοῦ αἱρεῖσθαι καὶ τοῦ ἀναγ- κάζεσθαι.

ὧν δὲ ἕνεκα ταῦτα προσήνεγκα τῷ λόγῳ; ὃτι σε ἐκπέφευγεν, ὠ μάντι, ὧν κύριοί ἐσμεν ἡμεῖς, καὶ ὁ τὰ πάντα εἰδὼς ταῦτά γε οὐκ ἂν εἰδείης, ὧν τὰ πείσματα ἀνῆπται ἐκ τῆς ἡμετέρας βουλήσεως.

αὕτη δέ γε ἐφαίνετο οὐκ ὀλίγων οὖσα πραγμάτων ἀρχή ὃν δὲ ἡ ἀρχὴ, ἥτις ἦν τῶν μετὰ ταῦτα αἰτία, ἐκπέφευγεν , ἠ πού γε τὰ μετὰ τὴν ἀρχὴν εἰδείη ἂν οὗτος.

ἀναίσχυντος δηλαδὴ ὁ Λαί·ῳ προμαντευόμε- νος ὅτι αὐτὸν ἀποκτενεῖ ὁ φύς. ἤμελλε γάρ που ὁ φὺς κύριος ἔσεσθαι τῆς ἑαυτοῦ βουλήσεως , καὶ οὔτε τις Ἀπόλλων οὔτε τις αὐτοῦ ὑπέρτερος ἐξικνεῖσθαι ἱκα- νὸς οὐδεμιᾷ δυνάμει ὧν οὐκ ἔστιν οὔτε ὕπαρξις οὔτε γενέσεως ἀνάγκη

ἐκεῖνο γὰρ δὴ τὸ καταγελαστότατον ἀπάντων, τὸ μίγμα καὶ ἡ σύνοδος τοῦ καὶ ἐπὶ τοῖς ἀνθρώποις τι εἶναι, καὶ εἱρμὸν οὐδὲν ἧττον εἶναι. προσεοικέναι γὰρ αὐτὸν, ὡς λέγουσιν οἱ σοφώτεροι, , τῷ Εὐριπιδείῳ λόγῳ ’

τεκνῶσαι μὲν γὰρ ἐθελήσαι τὸν Λάϊον, κύριον εἶναι τὸν Λάϊον, καὶ τοῦτο ἐκπεφευγέναι τὴν Ἀπολλωνίαν ὄφιν ’ τεκνώσαντι δ’ αὐτῷ ἐπεῖναι ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ φύντος αὐτὸν ἀποθανεῖν ’ οὕτως οὑν τὴν ἐπὶ τῷ μελλοντι ἀνάγκην παρέχειν τῷ μάντει τὴν τοῦ γενησομένου προαίσθησιν.

ἦν δέ που καὶ ὁ φὺς τῆς ἰδίας βουλήσεως κύριος, ὥσπερ ὁ φύσας, καὶ ὡς ἐκεῖνος τοῦ τεκνῶσαι καὶ μὴ , οὕτως οὕτος τοῦ ἀποκτεῖναι καὶ μή. τοιαῦτα δὲ ὑμῶν τὰ μαντεύματα πάντα· καὶ ὁ Εὐριπίδειος Ἀπόλλων τοῦτ’ ἐκεῖνο ἦν ὃ ἔλεγεν, τὸ

v.1.p.296
καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος.

ὅτι πήρωσις μὲν ἔσται αὐτοχειρίᾳ τοῦ φύντος ἐπὶ γάμῳ μητρὸς καὶ τυραννίδι, ἣν παρέλαβεν ἐπ’ αἰνίγματος λύσει , παίδων δὲ ἀλληλοκτόνοι σφαγαὶ ἐπὶ φυγῇ μὲν ἐκ τῆς ἀρχῆς τοῦ ἑτέρου , τοῦ δὲ ἑτέρου πλεονεξίᾳ, καὶ γάμῳ τοῦ φυγάδος ἐν Ἄργει, καὶ στόλῳ στρατηγῶν ἑπτὰ καταγελάστων καὶ συμβολῇ· ὣν ἐπὶ πολλὰς ἀρχὰς καὶ ἐξουσίας διαιρουμένων πῶς ἂν εἴη σοι ἐξεπίστασθαι) ἢ ὁ εἱρμὸς συνδεῖν δύναιτο ;

εἰ γὰρ αὑτοῦ κύριος ὢν μὴ ἐβουλήθη τυραννεῖν ὁ Οἰδίπους, ἢ τοῦτο βουληθεὶς καὶ πράξας γαμεῖν τὴν Ἰοκάστην οὐ προείλετο , ἢ γήμας μὴ ἐτετύφωτο μηδ’ ἦν δύσθυμος καὶ δυσάρεστος, πῶς ἂν τὰ καθ’ ἓκαστα ἐπράχθη ; πῶς δ’ ἂν τῶν ὀφθαλμῶν ἥψατο ; πῶς δ’ ἂν τοῖς παισὶν ἐπηράσατο τὴν Εὐριπίδου καὶ τὴν σὴν ἀράν;

τά τε ἑξῆς τούτων τίνα ἂν τρόπον ἐγεγόνει, μὴ πρότερον αἰτιῶν γιγνομένων ἢ σὺ τὶ περὶ τῶν μελλόντων λέγειν ἠδύνασο ; πάλιν δ’ αὖ εἰ συμβάντες οἱ παῖδες ἄμα ἐβασίλευον, ἢ εἰ συνθέμενοι παρὰ μέρος ἔμενον ἐπὶ τοῖς συγκειμένοις , ἢ εἰ ὁ ἀπελαθεὶς ἔγνω μὴ εἰς Ἂργος, ἀλλ’ εἰς Λιβύην ἢ εἰς Περραιβοὺς ἀπελθεῖν, ἢ εἰσελθὼν ἐπὶ τὸ Ἀργὸς ἔγνω ταριχοπωλεῖν , καὶ μὴ πλουσίαν λαβεῖν γυναῖκα,

ἀλλὰ χερνῆτίν τινα ἢ καπηλιν, ἢ εἰ ὁ Ἂδραστος μὴ ἔδωκε τὴν θυγατέρα αὐτῷ , ἢ εἰ ὁ μὲν ἔδωκεν, ὁ δ’ οὐκ ἐπεθύμησε τῆς οἴκαδε ὁδοῦ , ἢ εἰ ἐπιθυμήσας ἐκράτησεν ἑαυτοῦ ἢ εἰ μὴ προσέσχεν αὐτῷ δεομένῳ συμμαχίας ὁ Ἄδραστος, ἢ εἰ τῷ Ἀδράστῳ μήτε ὁ Ἀμφιάραος μήτε ὁ Τυδεὺς μηδὲ τῶν ἄλλων ταξιάρχων ἕκαστος ἠκολούθουν, ἢ εἰ οἱ μὲν συνηκολούθουν, ὁ δὲ ἐλθὼν οὐκ ἐμάχετο τῷ ἀδελφῷ, ἀλλ’ ἢ συμβὰς

v.1.p.297
ἐβασίλευσεν ἅμα αὐτῷ ἢ μὴ βουλομένῳ ἀνεχώρησε, πεισθεὶς Εὐριπίδῃ λέγοντι
  • ἀσύνετα δ’ ἦλθες καὶ σὺ πορθήσων πάτραν,
  • ἢ εἰ οὗτος μὲν μὴ, ὁ δ’ ἕτερος, τῶν Εὐριπιδείων ἀκούσας σοφιστευμάτων ἐκείνων τῶν ἄλλων

  • εἶθ’ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς,
  • σὺ δ’ οὐκ ἀνέξῃ δωμάτων ἔχειν ἴσον;
  • πῶς ἂν συστάντες ἐμάχοντο καὶ Λαΐου πᾶν δῶμα ἔβη δι’ αἵματος;

    ἀλλὰ μὴν, φήσεις, γέγονε ταῦτα. γέγονεν· ἀλλὰ σὺ ποίᾳ ὁδῷ εἰσῆλθες εἰς τὴν τούτων εἴδησιν; ἢ οὐχ ὁρᾷς ὡς πυκνὰ διακέκοφε τὸ ὅλον δρᾶμα ἡ ἐν ἡμῖν τοῖς τὸ δρᾶμα συμπληροῦσι δύνα- μις ; οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβὼν διατεμῶ τὸν εἱρμὸν ὑμῶν, ἀποφανῶ τε ἀδύνατον ὄντα.

    ἀλλὰ σὺ τὰ τῆς ὑποθέσεως ἔσχατα εἰδέναι λέγεις, ἡ δὲ ὑπόθεσις ἐκ διακοπῆς εἱρμοῦ δυνάμεως ὅλη συντέτακται.

    ἢ ὃ λέγω οὐ συνίης; ἀλλὰ καθ’ ἑκάστην ὑπόθεσιν, ὠ μάντι, τὰ ζῷα ἢ ὀλίγας πολλάκις ἀρχὰς ποιούμενα, ἢ πολλὰς ἐν αὐτῇ. αἱ δὲ ἀρχαὶ ἀεὶ τὰ μέχρις αὐτῶν διακόψασαι αὐτὰ ἄλλα προάγουσι πράγματα· τὰ δ’ ἐπὶ τοσοῦτον προχωρεῖν δύναται, ἐφ’ ὅσον ἂν μὴ ἄλλη ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ μετ’ αὐτὴν μὴ τοῖς ἔμπροσθεν ἀκολουθεῖν , ἀλλ’ ἑαυτῇ κελεύσῃ.

    εἴη δ’ ἂν ἀρχὴ καὶ ὄνος καὶ κύων καὶ ψύλλα. οὐ γὰρ παραιρήσει οὐδὲ τῆς ψύλλης, λης, μὰ τὸν Ἀπόλλω, τὴν ἐξουσίαν· ἀλλ’ ὁρμήσει τινὰ ἰδίαν ὁρμὴν ἡ ψύλλα, ἣ καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἐνίοτε συμπλακεῖσα ἀρχὴν ἑαυτὴν παρέξεταί τινος ὁδοῦ. σὺ δὲ χρώμενος οὐκ αἴσθῃ τῷ γένει τούτῳ.

  • Τρηχῖν’ ἐξεῖλες πόλιν Ἡρακλέος θείοιο,
  • ὠ Λοκρέ· σοὶ δὲ Ζεὺς ἄλλας δῶκ’ ἠδ’ ἔτι δώσει.
  • v.1.p.298
    τί φῄς; οὐ γὰρ ἐπέπρωτο ὑφ᾿ ὑμῶν ἐξαιρεθῆναι αὐτήν; καὶ τί αἴτιοι ἡμεῖς, ἀλλ᾿ οὐχ ἡ ὑμετἐρα ἀνάγκη; οὐ δέκαια ποιεῖς, ὦ Ἄπολλον, οὐδ᾿ ὀρθῶς ἐπιτιμᾷς τοῖς οὐδὲν ἀδικοῦσιν ἡμῖν.