Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ τίς ἂν ὀρθὸς τοῦτο συγχωρήσειε λόγος, νέους κατὰ ταὐτὸ καὶ πρεσβύτας, καὶ πᾶν μέτρον ἡλικίας, ἀρρένων τε καὶ θηλειῶν γένη, φύσεις τε βαρβάρων ἀνδρῶν, οἰκετῶν ὁμοῦ καὶ ἐλευθερίων,

v.1.p.291
λογίων τε καὶ παιδείας ἀμετόχων, οὐκ ἐν γωνίᾳ γῆς οὐδ’ ὑπὸ τοῖσδε γενομένων τοῖς ἄστροις, καθ’ ὅλης δὲ τῆς ἀνθρώπων οἰκουμένης , εἱμαρμένης ἀνάγκῃ φάναι βεβιασμένους τόνδε τινὰ τῶν πατρῴων ἁπάντων προτιμῆσαι λόγον, καὶ τὸν ὑπὲρ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ θάνατον ἀσπάσασθαι, τά τε περὶ ψυχῆς ἀθανασίας εὖ μάλα δόγματα παιδεύεσθαι, καὶ φιλοσοφίαν οὐ τὴν ἐν λόγοις, τὴν δὲ δι’ ἔργων προτιμῆσαι;

ταῦτα γὰρ ἂν εἴη τὰ καὶ τυφλῷ δῆλα, ὡς οὐδεμιᾶς ἀνάγκης , μαθήσεως δὲ καὶ διδασκαλίας οἰκεῖα τυγχάνει, αὐθεκουσίου γνώμης καὶ προαιρέ- σεως ἐλευθέρας ἐναργῆ τυγχάνοντα παραδείγματα.

γένοιτο δ’ ἂν καὶ ἄλλα τοῦ προβλήματος παραστατικὰ μυρία , ὧν τὰ πολλὰ παρεὶς , αὐτὸς μὲν τοῖς εἰρημένους ἀρκεσθήσομαι , σοὶ δὲ τὸ σὸν ἀνάγνωσμα τῶν σεπτῶν σου φιλοσόφων καταλείψω σκοπεῖν, ὡς ἂν μάθῃς ὅσον ἄρα τῶν χρησμῳδῶν σου θεῶν σοφώτερος ἦν καὶ βελτίων ὁ ἄνθρωπος ὁ τοὺς θαυμασίους χρησμοὺς ψευδεῖς ἀπελέγχων καὶ τὸν Πύθιον αὐτὸν ἐφ’ οἷς ἔχρησε περὶ εἱμαρμένης ἐπιρραπίζων.

ἄκουε δ’ οὖν αὖθις τοῦ τὴν τῶν γοήτων φωρὰν τὸ οἰκεῖον ἐπονομάσαντος σύγγραμμα, ὡς εὖ μάλα νεανικῷ φρονήματι τὸν πλάνον τῶν πολλῶν καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος ἐπανορθοῦται , δι’ ὧν γράφει τάδε κατὰ λέξιν

“ Σὲ οὖν ἐν Δελφοῖς καθῆσθαι μὴ δυνάμενον, μηδ’ εἰ βούλοιο, σιωπᾶν. ὁ δ’ Ἀπόλλων ἄρα ὁ τοῦ Δῖός υἱὸς νυνὶ βούλεται , οὐχ ὅτι βούλεται, ἀλλ’ ὅτι ὑπ’ ἀνάγκης εἰς τὸ βουληθῆναι τέτακται.

δοκῶ δέ μοι τὰ λοιπὰ πάντα παρεὶς, ἐπειδὴ εἰς τοῦτον τὸν λόγον οὐκ οἶδ’ ὅπως ὑπήχθην , οἰκεῖόν τι καὶ ἀξιοζήτητον ζητήσειν πρᾶγμα. ἀπόλωλε γὰρ, τό γ

v.1.p.292
ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπίνου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτὸ εἴτε ἓρμα εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἣν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα, Δημόχριτος δέ γε, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος , ὁ μὲν δοῦλον, ὁ δὲ ἡμίδουλου ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἐπιδεῖξαι.

ἀλλὰ τούτων μὲν λόγος τοσοῦτος, ὅσον ἄν τις ἀξιώσειεν ἄνθρωπος ὢν ἀνθρωπίνοις· εἰ δ’ ἤδη καὶ τὸ θεῖον ἡμῶν καταστρατεύεται, παπαῖ, οἷα πεισόμεθα.

ἀλλ’ οὐκ εἰκὸς, οὐδὲ δίκαιον, ἀπὸ γοῦν τούτων τεκμαιρομένοις ἡμῖν

  • ἐχθρὲ περικτιόνεσσι, φίλ’ ἀθανάτοισι θεοῖσιν,
  • εἴσω τὸ προβόλαιον ἔχων πεφυλαγμένος ἧσο.
  • τί γὰρ, φησὶν ὁ Ἀργεῖος, εἰ βουλοίμην, ἔξεστί μοι, καὶ δύναμαι, εἴ μοι δόξειεν, ἧσθαι καὶ πεφυλάχθαι; ἔξεστιν, εἴποις ἂν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ’ ἐγὼ προσέταττον;

  • Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο Κάρυστε,
  • Πήλιον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι,
  • ἔνθ’ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν.
  • ἀλλ’ ἴθι. μηκέτι μέλλε.
  • ἦ γὰρ ὡς ἀληθῶς ἐπ’ ἀνθρώπῳ τί ἐστιν, ὦ Ἂπολλον, καὶ βουληθῆναι Πήλιον ἐκπρολιπεῖν κύριός εἰμι ἐγώ; καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ σοφῶν ὅτι εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν ’ρᾶν κτίζειν , καὶ ἕξομαι καὶ καθιῶ, εἴτε λέγοις εἴτε μὴ, καὶ εἴτε βουλοίμην εἴτε μή. εἰ δέ με δεῖ καὶ βουληθῆναι ὅ τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι , ἀλλὰ σὺ , ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος.

    ἔοικα δή σοι μᾶλλον προσέξειν.

  • ἄγγειλον Παρίοις, Τελεσίκλεεσ, ὥς σε κελεύω
  • νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.
  • v.1.p.293
    Ἀγγέλω, νὴ Δία, φήσει τάχα που τις τετυφωμένος, ἢ σὲ ἐλέγχων,) κἂν μὴ κελεύσῃς ’ πέπρωται γάρ. καὶ ἔστι Θάσος μὲν ἡ Ἠερία νῆσος· ἥξουσι δ’ ἐπ’ αὐτὴν Παρίοι, Ἀρχιλόχου τοῦ ἐμοῦ υἱοῦ φράσαντος ὅτι ἡ νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ, οἶμαι, αὐτοῦ οὕτως ὄντος ἀχαρίστου καὶ θρασέος, ὃς , εἰ μὴ σὺ μηνῦσαι αὐτῷ ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν, οὐδ’ ἂν Ἀρχίλοχος ὁ υἱὸς αὐτοῦ Παρίους ἐξενάγησεν, οὐδ’ ἂν οἷ Παρίοι Θάσον ᾤκησαν.

    οὐκ οἶδ’ οὖν εἰ σὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα δὲ ἃ λέγεις. ἀλλ’ ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ λόγος οὐ πάρεργος, ἐκεῖνό μοι λέγε· ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ·)

    ἆρά γέ τί ἐσμεν ἐγώ τε καὶ σύ ; φαίης ἄν. τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ’ ἄρα τοῦτο εἰδέναι ἐκρίναμεν; ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως ὡς ἡ συναίσθησίς τε καὶ ἀντίληψις ἡμῶν αὐτῶν;

    τί δ’ ; ὅτι ζῷά ἐσμεν πῶς ποτ’ ἄρα ἐξεύρομεν ; πῶς δ’ ὅτι καὶ ζῴων, ὡς μὲν ἂν ἐγὼ εἴποιμι, ἄνθρωποι, καὶ ἀνθρώπων ὁ μὲν γόης , ὁ δὲ γόητος ἀπελεγκτής· ὡς δ’ ἂν σὺ, ὁ μὲν ἄνθρωπος, ὁ δὲ θεὸς, καὶ ὁ μὲν μάντις, ὁ δὲ συκοφάντης ; καὶ ἔστω γέ σοι οὕτως ἔχον, ἐάνπερ ἔγωγε ἁλῶ.

    πῶς δ’ ὅτι διαλεγόμεθα ἐν τῷ παρόντι ἐγνώκαμεν ; τί φής ; ἆρ’ οὐκ ὀρθῶς ἐκρίναμεν τὴν ἡμῶν αὐτῶν ἀντίληψιν τῷ πάντων ἐγγυτάτῳ πράγματι αὐτῷ; δῆλον ὅτι. οὐ γὰρ ἦν ἄλλο αὐτοῦ οὔτε ἀνώτερον οὔτε πρεσβύτερον οὔτε πιστότερον.

    ἐπεὶ εἰ μὴ οὕτως ἕξει, μήτε ἄρα ὥς σέ τις εἰς Δελφοὺς παραγενέσθω λοιπὸν ὄνομα Ἀλκμαίων, ἀπεκτονὼς τὴν μητέρα, καὶ οἴκοθεν ἐλαυνόμενος καὶ οἴκαδε ἐπιθυμῶν. οὐ γὰρ οἶδεν οὔτ’ εἰ ἔστι τι αὐτὸς τὸ παράπαν, οὔτε εἰ οἴκοθεν ἐλαύνεται, οὔτ’

    v.1.p.294
    εἰ οἴκαδε ἐπιθυμεῖ· ἀλλ’ εἰ καὶ μαίνεται ὁ Ἀλκμαίων καὶ ὑπονοεῖ τὰ μὴ ὄντα, ὅ γε Πύθιος οὐ μαίνεται. μηδὲ λέγε οὕτως
  • νόστον δίζηαι πατρίην ἐς γαῖαν ἱκέσθαι
  • Αμφιαρηιάδη.
  • οὐδὲ γὰρ σὺ οἶσθά πω εἲ σέ τις ἐρωτᾷ Ἀμφιαρηιάδης, οὐδ’ εἰ σὺ τὶ εἶ ὁ ἐρωτώμενος , καὶ λέγειν ἔχων περὶ ὧν τις ἐρωτᾷ.