Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

αἰτία δὴ τοῦ ἑλομένου , θεὸς ἀναίτιος. οὔτε γὰρ φύσιν φαύλην ὁ θεὸς εἰργάσατο , οὐδέ .γε ψυχῆς οὐσίαν· ἀγαθῷ γὰρ οὐδὲν πλὴν ἀγαθὰ δημιουργεῖν θέμις. ἀγαθὸν δὲ πᾶν ὅ τι κατὰ φύσιν. ψυχῇ δὲ πάσῃ λογικῇ κατὰ φύσιν πάρεστι τὸ αὐτεξούσιον ἀγαθὸν, καὶ τοῦτο ἐπ’ ἀγαθῶν αἱρέσει γεγενημένον.

φαύλως δὲ ὅτε πράττει, οὐ τὴν φύσιν αἰτιατέον. οὐ γὰρ κατὰ φύσιν, παρὰ φύσιν δὲ αὐτῇ γίνεται τὸ φαῦλον, προαιρέσεως ὂν , ἀλλ’ οὐ φύσεως ἔργον. ᾧ γὰρ παρήν δύναμις τῆς τἀγαθοῦ αἱρέσεως, ὅτε μὴ τοῦτο εἴλετο, ἑκὼν δὲ τὸ κρεῖττον ἀπεστράφη τοὐ χείρονος μεταποιηθεὶς , τίς ἂν τούτῳ τόπος ἀποφυγῆς λείποιτο τῆς οἰκείας αἰτίῳ καταστάντι νόσου, τοῦ τε συμφύτου νόμου σωτῆρος οἶα καὶ ἰατροῦ παραμελήσαντι ;

ὁ δὴ τούτων ἀπάντων μηδένα λόγον ποιούμενος , ἀνάγκης τε καὶ ἄστρων φορᾶς ἀναρτῶν τὰ πάντα, τῆς τε τῶν πλημμελουμένων ἀνθρώποις ἀτοπίας μὴ ἐξ ἡμῶν εἶναι φάσκων τὰ αἴτια, ἀλλ’ ἐκ τῆς τὰ πάντα κινούσης δυνάμεως , πῶς οὐκ ἀνόσιον καὶ δυσσεβῆ λογισμὸν εἰσφέροι ἄν;

εἴτε γὰρ αὐτόματον καὶ ἀπρονόητον θείη τὴν τοῦ παντὸς φορὰν, ἐλέγχοιτ’ ἂν ὡς αὐτόθεν ἄθεος , πρὸς τῷ καὶ ἀβλεπτεῖν περὶ τὴν πάνσοφον ἁρμονίαν καὶ τὴν τῶν ὅλων διάταξιν εὖ καὶ ἐν κόσμῳ τὴν δι’ αἰῶνος κίνησιν ἀνακυκλουμένην· εἴτε θεοῦ πρόνοιαν ἄγειν καὶ φέρειν ἐπιστατεῖν τε πᾶσι καὶ πανσόφῳ λόγῳ διοικεῖν

v.1.p.287
ὁμολογήσει, οὐδ’ οὕτω τοῦ δυσσεβοῦς ἐκπέφευγε τὴν ἀτοπίαν, ἐπειδὴ τῶν ἐν ἀνθρώποις ἁμαρτανομένων τοὺς μὲν πλημμελοῦντας ἀπολύει, ὡς μηδὲν τῶν ἀτόπων ἐξ οἰκείας γνώμης διαπεπραγμένους , ἀνάγει δὲ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὴν καθόλου πρόνοιαν, ἀνάγκην αὐτὴν καὶ εἱμαρμένην ἀποκαλῶν, καὶ πάσης τῆς ἐν ἀνθρώποις αἰσχρουργίας καὶ ἀρρητοποιίας ὠμότητός τε καὶ μιαιφονίας αἰτίαν εἶναι λέγων.

καὶ τίς ἂν εἴη τούτου δυσσεβὴς ἄλλος, τὸν τῶν ὅλων θεὸν, αὐτὸν δὴ τὸν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς, εἰσάγων ἐπάναγκες ἐκβιαζόμενον τόνδε μὲν οὐκ ἐθέλοντα ἀσεβεῖν τοῦτο πράττειν, καὶ ἄθεον εἶναι κατ’ ἀνάγκην, καὶ εἰς ἑαυτὸν βλάσφημον, τόνδε δὲ, ὃν αὐτὸς τὴν φύσιν ἄρρενα συνεστήσατο, πάσχειν παρὰ φύσιν τὰ θηλειῶν οὐ κατὰ προαίρεσιν, κατηναγκασμένον δὲ πρὸς αὐτοῦ, καὶ ἄλλον ἀνδροφόνον γίνεσθαι μὴ παρὰ τὴν οἰκείαν γνώμην, ὑπ’ ἀνάγκης δὲ ἐλαυνόμενον τοῦ θεοῦ, ὡς μηδ’ εὐλόγως ἐπιμέμφεσθαι τοῖς πλημμελοῦσιν, ἀλλ’ ἤτοι μηδὲ ἁμαρτήματα ταῦτ’ εἶναι ἡγεῖσθαι, ἢ τῶν κακῶν ἁπάντων ποιητὴν εἶναι τὸν θεὸν ἀποφαίνεσθαι;

εἴτε γὰρ αὐτὸς τοῖς πᾶσιν ἐπιπαρὼν καὶ τὰ πάντα ὁρῶν καὶ πάντα ἀκούων ταῦτα πράττειν ἀναγκάζει , εἴτε τὴν τοῦ παντὸς φορὰν ’ρᾶν καὶ τὴν τοιάνδε τῶν ἄστρων κίνησιν αὐτὸς τούτων ποιητικὴν καὶ ἀναγκαστικὴν ὑπεστήσατο , ὁ τὸ τοιόνδε συστήσας ὄργανον , καὶ τὴν τῶν θηρωμένων παγίδα μηχανησάμενος , εἴη ἂν αὐτὸς ὁ καὶ τῶν ἁλισκομένων αἴτιος.

εἴτ’ οὖν αὐτὸς καθ’ ἑαυτὸν, εἴτ’ οὖν πάλιν αὐτὸς διά τινος ἄλλης πρὸς αὐτοῦ μεμηχανημένης ἀνάγκης τοὺς οὐκ ἐθέλοντας τοῖσδε τοῖς κακοῖς περιβάλλει , αὐτὸς ἂν εἴη, καὶ οὐκ ἄλλος, ὁ πάντων κακῶν ποιητικὸς, καὶ οὐκέτ’ ἂν ἐν δίκῃ

v.1.p.288
ἡμαρτηκὼς ὁ ἄνθρωπος λέγοιτο, ἀλλ’ ὁ τούτου ποιητὴς θεός.

καὶ τίς ἂν τούτου γένοιτο ἕτερος λόγων ἀσεβέστερος; ὁ δὴ οὑν εἱμαρμένην εἰσάγων ἄντικρυς θεὸν καὶ θεοῦ πρόνοιαν ἐξωθεῖ, ὥσπερ ὁ τὸν θεὸν ἐφιστὰς τοῖς πᾶσιν ἀνέλοι ἂν τὸν περὶ εἱμαρμένης λόγον. ἢ γὰρ ταὐτὸν ἂν εἴη ὁ θεὸς καὶ εἱμαρμένη, ἢ θάτερον διεστὼς ἑτέρου. ταὐτὸν μὲν οὖν οὐκ ἂν γένοιτο.

εἰ γὰρ τὴν εἱμαρμένην εἱρμόν τινα αἰτιῶν εἶναί φασιν ἀπ’ αἰῶνος ἀπαραβάτως καὶ ἀμετακινήτως ἐκ τῆς τῶν οὐρανίων ἄστρων φορᾶς καθήκοντα, πῶς οὐ πρότερα ἂν εἴη τῆς εἱμαρμένης τὰ σωματικὰ στοιχεῖα , ἐξ ὧν καὶ τὰ οὐράνια συνέστηκεν, ὣν τὴν εἱμαρμένην συμβεβηκός τι σύμπτωμα λέγοι ἄν τις εἰκότως;

καὶ πῶς ἂν ταὐτὸν εἴη τὸ συμβεβηκὸς τοῖς στοιχείοις τῷ ἐπὶ πάντων θεῷ, εἰ δὴ τὰ στοιχεῖα ἄψυχα καὶ ἄλογα κατὰ τὴν οἰκείαν ἐπιθεωρεῖται φύσιν, ὁ δὲ θεὸς ἔξω σωμάτων αὐτοζωὴ καὶ σοφία τυγχάνει ὢν, τῆς ἐξ αὐτοῦ δημιουργίας τοῖς τε κατὰ μέρος στοιχείοις καὶ τῇ τῶν ὅλων διακοσμήσει τὴν ἀπόλαυσιν δωρούμενος; οὐ ταὐτὸν ἄρα θεὸς καὶ εἱμαρμένη.

εἰ δὲ δὴ ἕτερον, πότερον κρεῖττον; ἀλλ’ οὐδὲν τοῦ θεοῦ κάλλιον, οὐδέ τι δυναμικώτερον. οὐκοῦν κρατήσει καὶ περιέσται τοῦ χείρονος, ἢ συγχωρῶν κακοποιῷ τυγχανούσῃ τῇ εἱμαρμένῃ αὐτὸς ἂν ἐφέλκοιτο τὴν αἰτίαν, ὃς δυνατὸς ὢν ἐπισχεῖν τὴν κακοποιὸν ἀνάγκην οὐκ ἐπέσχεν, ἀνῆκε δ’ ἄφετον ἐπὶ λύμῃ καὶ διαφθορᾷ τῶν ἁπάντων, μᾶλλον δὲ αὐτὸς τοῦτο εἰργάσατο, εἰ δὴ πάντων καὶ αὐτῆς εἱμαρμένης ποιητὴς καὶ δημιουργὸς εἰσάγοιτο.

εἰ δ’ οὐδεὶς αὐτῷ λόγος τῆς τοῦ παντὸς διατάξεως, ἀθέων αὖθις ἀνακύψειεν ἂν φωνὴ, πρὸς ἣν τὰς ἀκοὰς ἀποκλειστέον, τῆς ἐνθέου προνοίας καὶ

v.1.p.289
δυνάμεως ἐναργῶς ἀποφαινούσης ἑαυτὴν ἔκ τε τῶν καθόλου πανσόφων καὶ τεχνικῶν ἀποτελεσμάτων ἔκ τε τῶν καθ’ ἡμᾶς ἀναμφιλόγως τὴν ἐλευθέραν καὶ αὐτεξούσιον τῆς λογικῆς ψχῆς χῆς δύναμιν παραδεικνυμένων.

καθ’ ἣν καίτοι μυρίων ἔξωθεν ἐμποδὼν τῇ τε τοῦ σώματος φύσει ταῖς τε κατὰ προαίρεσιν ἐφ’ ἡμῖν ὁρμαῖς κατά τι συμβεβηκὸς προσπιπτόντων, ὅμως πρὸς ἅπαντα τῆς κατὰ ψυχὴν ἀρετῆς τὸ ἐλεύθερον ἀντέχει, ἄμαχον καὶ ἀήττητον τὸ ἐφ’ ἡμῖν τῶν καλῶν τὴν αἵρεσιν ἐπιδεικνύμενον.

τοῦτο δὲ μάλιστα καὶ ὁ παρὼν καιρὸς τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας ἔργοις αὐτοῖς παρεστήσατο ὅτι γὰρ ταῦτα μὴ ψόφοι καὶ κενὰ ῥήματα πάρεστί σοι τὸν τῶν θεοσεβῶν ἀγῶνα ἐπιβλέψαι, καὶ συνιδεῖν τοὺς προαιρέσει αὐθεκουσίῳ τοὺς πόνους τῶν ὑπὲρ εὐσεβείας ἄθλων ἀναδεδεγμένους, οὓς καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης μυρία πλήθη Ἑλλήνων τε καὶ βαρβάρων ἐνεδείξατο, πάσας μὲν προθύμως τὰς κατὰ τοῦ σώματος ὑπομείναντα αἰκίας, πᾶν δὲ βασάνων εἶδος φαιδρῷ τῷ προσώπῳ διελθόντα, καὶ τέλος πολυτρόποις σχήμασι τὴν ἀπὸ τοῦ σώματος λύσιν τῆς ψυχῆς ἀσπαστῶς καταδεξάμενα.

καὶ μὴν οὐδεὶς ἐνταῦθα λόγος ἐπιτρέψειεν ἂν τὴν εἱμαρμένην αἰτιᾶσθαι. ποῦ γάρ σοι ἐξ αἰῶνος τοιούσδε ἀθλητὰς εὐσεβείας ἤνεγκεν ἡ τῶν ἄστρων φορά ; ἢ πότε ὁ τῶν ἀνθρώπων βίος πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους καταβληθείσης διδασκαλίας τοιόνδε προβέβληται καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀγῶνα;

ποῦ δὲ τοιωνδὶ λόγων διδασκάλιον, δεισιδαίμονος μὲν πλάνης ἀναιρετικὸν, ἑνὸς δὲ τοῦ ἐπὶ πάντων θεοῦ γνώσεως διδακτικὸν, ἅπασιν άνθρώποις, Ἕλλησι τε καἲ βαρβάροις, ὁ πᾶς αἰὼν ἤνεγκε;

v.1.p.290

τίς δὲ τῶν ἐξ αἰῶνος ἀοιδίμων σοφῶν, βάρβαρος ἢ Ἕλλην, τοιᾶσδέ ποτε ἠξιώθη εἱμαρμένης ὡς εἰς τὸν σύμπαντα κόσμον διαφανῆ καταστῆσαι τὸν ὑπ’ αὐτοῦ προβληθέντα λόγον, γνωσθέντα τε μέχρι καὶ τῶν ἐσχατιῶν, καὶ θεοῦ δόξαν παρὰ τοῖς αὐτῷ καθωσιωμένοις κτήσασθαι;

εἰ δὲ ταῦτα ἐξ αἰῶνος νος οὔτ’ ἦν οὔτε γέγονεν οὔτε ἀκοαῖς ἤκουσται, οὐκ ἦν ἄρα εἱρμὸς αἰτιῶν καὶ ἀνάγκη τὸ τούτων αἴτιον. πάλαι γὰρ ἂν διὰ τῆς αὐτῆς ἀνακυκλήσεως καὶ περιφορᾶς τῶν ἄστρων οὐδεὶς ἦν φθόνος καὶ ἄλλους τῆς αὐτῆς τυχεῖν γενέσεως τε καὶ εἱμαρμένης

ἐκ ποίας δὲ ἄρα εἱμαρμένης ὁ μὲν ἡμέτερος σωτὴρ θεὸς ἐπιφανεὶς καθ’ ὅλης τῆς οἰκουμένης ἀνηγόρευται , οἱ δὲ πάλαι νενομισμένοι παρά τε Ἓλλησι καὶ βαρβάροις θεοὶ καθῄρηνται , καὶ οὐκ ἄλλως καθῄρηνται ἢ διὰ τῆς τοῦ νέου θεοῦ διδασκαλίας;

ποία δ’ αὐτῶν εἱμαρμένη θεὸν δημιουργὸν ἀπάντων πᾶσιν ἀνθρώποις κατήγγειλεν, εἱμαρμένην δὲ μὴ εἶναι φάναι ἐξηνάγκασε; καὶ πῶς ἡ εἱμαρμένη μὴ εἶναι ἑαυτὴν λέγειν τε καὶ φρονεῖν ἐβιάσατο ; τί δὲ οἶ τῆς τοῦ σωτῆρος ἡμῶν εὐσεβοῦς ἕνεκα διδασκαλίας παντοίους ἄθλους ἔκπαλαι ἠγωνισμένοι, καὶ εἰσέτι δεῦρο διαθλοῦντες ;