Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἰσὶ δὲ οἱ καὶ ἐπὶ τὸ χεῖρον τραπέντες “ μετίλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄρσε- νες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι.

οὕτως ἄρα καὶ τῇ φύσει οὐ κατὰ πάντα ἐνδίδω- σιν ὁ λογισμὸς, κρατεῖ δὲ ἐν πλείστοις , ὡς καὶ κρα- τεῖται, καὶ τοτὲ μὲν αὐτὸς ἄγει, τοτὲ δὲ αὐτὸς ἂγεται, τᾶι, ὡς καὶ πρὸ ὥρας ἔσθ’ ὅπη χερσὶν ἐπισπᾶσθαι τὴν ἀπαλλαγὴν τοῦ σώματος , ὅτε τὸ ζῆν αὐτῷ μὴ

v.1.p.283
λυσιτελὲς κριθείη.

εἰ μὲν οὖν πρὸς μόνην τὴν οἰκείαν τοῦ σώματος φύσιν ὁ πᾶς ἀγὼν ἦν αὐτῷ, μέτριος ἂν ἦν οὗτος ’ ἐπεὶ δὲ τὴν πολιτείαν καὶ τὸν ἐν ἀνθρώποις βίον ὁ θεὸς αὐτῷ μεταξὺ πολλῶν καταβέβληται, ὡς μετὰ θηρίων καὶ ἑρπετῶν ἰοβόλων, ἐν μέσῳ τε πυρὸς καὶ ὕδατος ἀέρος τε τοῦ περιέχοντος καὶ τῶν ἐν τούτοις ἅπασι παρηλλαγμένων καὶ διαφόρων φύσεων τὰς διατριβὰς πεποιῆσθαι, εἰκότως αὐτῷ ἡ διαμάχη καὶ ἡ ἔνστασις οὐ πρὸς τὴν οἰκείαν ἐστὶ καὶ συνημμένην αὐτῷ μόνον φύσιν τοῦ σώματος, ἀλλὰ καὶ πρὸς μυρία τὰ ἐκτὸς συμβεβηκότα , ὧν ἐν μέσῳ ζῇ ὁ τὸν θνητὸν βίον διεξάγων, ὥστε καὶ πρὸς ταῦτα καρτερῶς ἀντέχειν.

πολλαὶ γοῦν ἤδη καὶ τοιόνδε τροφῶν φύσεις καὶ τοιαίδε συγκράσεις τοῦ περιέχοντος , κρυμῶν τε ἐπιφοραὶ καὶ φλογμῶν ἐκκαύσεις, πλεῖστά τε ἄλλα κατά τινας οἰκείους λόγους φυσικῶς μὲν κινούμενα, συμβατικῶς δὲ ἡμῖν προσπίπτοντα τάραχον οὐ τὸν τυχόντα τῷ καθ’ ἡμᾶς αὐτεξουσίῳ διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκὴν παρέσχηκε, τῆς τῶν ἡμετέρων σωμάτων φύσεως τὰς τῶν ἔξωθεν ἐπιφορὰς οὐχ ὑπομενούσης , κρατουμένης δὲ καὶ νικωμένης ὑπὸ τῶν ἐκτὸς κατὰ φύσιν οἰκείαν ἐπιτελουμένων.

πάλιν τε αὖ, ἐπειδὴ μετὰ πλείστων ἀνδρῶν ποιούμεθα τὰς διατριβὰς, οἱ δὲ καὶ αὐτοὶ τῆς ἴσης ἡμῖν λαχόντες οὐσίας τὸ ἐφ’ ἡμῖν αὐτοῖς ἐπὶ τῆς ἰδίας ἐξουσίας ἀποφέρονται , ἐλευθέρᾳ τῇ σφῶν χρώμενοι προαιρέσει, ταύτῃ πάλιν εἰκότως καὶ ταῖς ἑτέρων γνώμαις ὑποκεισόμεθα, τοῦ αὐτῶν ἐκείνων αὐτεξουσίου ὧδέ πως ἡμῖν κατὰ τοῦ σώματος ἢ περὶ τὴν ψυχὴν χρωμένου.

ὥσπερ γὰρ ἡ τοῦ σώματος ἡμῶν φύσις νικᾶται πολλάκις πρὸς τῶν ἔξωθεν προσπιπτόντων, οὕτως ἔστιν ὅτε καὶ προαίρεσις ὑπὸ

v.1.p.284
μυρίων ἔξωθεν ἐνοχλουμένη προαιρέσεων, αὐτεξου- σίῳ γνώμῃ πεισθεῖσα, ἑαυτὴν τοῖς ἔξωθεν ἐπιδίδωσι, καὶ τοτὲ μὲν βελτίων, τοτὲ δὲ χείρων ἀποτελεῖται. οἶδε γὰρ συνουσία φαύλη κακύνειν, ὥσπερ αὖ τούναντίον ποιεῖν ἀμείνους τῶν καλῶν ὁμιλία. “ φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί, ” ὥσπερ οὖν καὶ σώζουσι βελτιοῦσαι τῶν ἀγαθῶν αἱ συνουσίαι.

καὶ λόγοις μὲν ἡ λογικὴ τῆς ψυχῆς δύναμις τῶν ἔξωθεν ἐπισυμβαινόντων ὧδέ πως καὶ τῇδε φέρεται ’ ἰσχύει δὲ πάλιν οἰκεία καὶ λογικῆς οὐσίας ἀρετὴ, καὶ θείαν ὡς ἀληθῶς καὶ θεοειδῆ τὴν δύναμιν ἐπιδείκνυται, ὅτε πρὸς πάντα τὰ ἐκτὸς ἀντέχουσα, καὶ τὰ πάντα ἐλευθέρῳ φρονήματι ὑπερνικῶσα, πρὸς οὐδὲν τῆς οἰκείας ἀρετῆς ὑφιεμένη, φιλοσοφεῖν παρεσκεύασται. ὅτε μὴν ὀλιγωρεῖ, ὑπὸ τῶν χειρόνων τὰ χείριστα διατίθεται, ὥσπερ οὑν καὶ βελτιοῦται τῆς ἔξωθεν τυγχάνουσα ἐπιμελείας.

τί χρὴ λέγειν ἐπὶ τούτοις, ὡς καὶ φοραὶ καὶ ἀφορίαι τοιῶνδε ψυχῶν καὶ σωμάτων, κατά τινα περίπτωσιν οἰκείως τῇ τοῦ παντὸς διοικήσει συντελούμεναι , εὑ τε καὶ ὀρθῶς ἔχουσαι τῷ παντὶ, πλείστην ὅσην τοῖς κατὰ μέρος καὶ δὴ καὶ τοῖς ἐφ’ ἡμῖν παντοίας κινήσεως περιουσίαν ἀπειργάσαντο;

πᾶσιν δὲ καθόλου τοῖς οὖσι, τοῖς τε παρ’ ἡμᾶς γινομένοις καὶ παρὰ τὴν ἡμετέραν αἰτίαν , καὶ τοῖς ἔξωθεν κατὰ συμβεβηκὸς ἐπιοῦσι, τοῖς τε φυσικῶς ἐνεργουμένοις, μία παναλκὴς καὶ παντοδύναμος ἐπιστατεῖ ἡ διὰ πάντων ἐπιπορευομένη τοῦ θεοῦ πρόνοια , ἣ καὶ τὰ πλεῖστα θειοτέροις ἡμῖν τε ἀρρήτοις οἰκονομεῖ λόγοις, εὐηνίως τὸ πᾶν διακυβερνῶσα, πολλά τε καὶ τῶν κατὰ φύσιν ἐπὶ τὸ προσῆκον τοῖς καιροῖς μετασκευάζουσα , συνεργοῦσά τε καὶ συμπράττουσα τοῖς ἐφ’ ἡμῖν, καὶ τοῖς

v.1.p.285
ἐκτὸς πάλιν συμβαίνουσι τὴν δέουσαν τάξιν ἀπονέμουσα.

Τούτων εἰς τρία τοῦτον διῃρημένων τὸν τρό- πον, εἴς τε τὰ ἐφ’ ἡμῖν, καὶ τὰ κατὰ φύσιν γινόμενα, τά τε κατὰ συμβεβηκὸς, πάντων δὲ ἐφ’ ἔνα λόγον τὸν ἐκ θεοῦ βουλῆς ἀνακεφαλαιουμένων , οὐδαμοῦ μὲν ὁ περὶ εἱμαρμένης χώραν ἔξει λόγος.

γένοιτο δ’ ἂν ἡμῖν εὑρημένη καὶ ἡ παρὰ τοῖς πολλοῖς ἀπορουμένη τῆς κακίας πηγὴ, ἐν οὐδενὶ μὲν χώραν ἔχουσα τῶν κατὰ φύσιν , οὔτ’ ἐν σώμασιν οὔτ’ ἐν οὐσίαις, πολλοῦ δεῖ ἐν τοῖς κατὰ συμβεβηκὸς ἔξωθεν ἐπιγινομένοις· εὑρεθείη δ’ ἂν ἐν μόνῃ τῇ τῆς ψυχῆς αὐτοπροαιρέτῳ κινήσει, καὶ ἐν ταύτῃ οὐχ ὅτε κατὰ φύσιν ὁδεύουσα τὴν εὐθεῖαν βαδίζει, ἀλλ’ ὅτε τῆς βασιλικῆς ἐκστᾶσα οἰκείᾳ γνώμῃ τὴν παρὰ φύσιν τρέπεται, αὐτὴ ἑαυτῆς καθεστῶσα κυρία

ἐπειδὴ τοῦτο γέρας ἐξαίρετον παρὰ θεοῦ λαβοῦσα ἐλευθέρα καὶ αὐτοκράτωρ τυγχάνει, τῆς οἰκείας ὁρμῆς τὸ κρι- τήριον εἰς ἑαυτὴν ἀναδεδεγμένη· νόμος δὲ θεῖος αὐτῇ συνεζευγμένος κατὰ φύσιν, λαμπτῆρος καὶ φωστῆρος δίκην, ἐπιφωνεῖ ἔνδοθεν ὑπηχῶν αὐτῇ καὶ λέγων, Ὁσῷ βασιλικῇ πορεύσῃ, οὐκ ἐκκλινεῖς δεξιὰ οὐδὲ ἀριστερά· βασιλικὴν τὴν κατὰ τὸν ὀρθὸν λόγον πορείαν εἶναι διδάσκων.

τοῦτον γὰρ ἁπάσῃ ψυχῇ φυσικὸν νόμον βοηθὸν αὐτῇ καὶ σύμμαχον ἐπὶ τῶν πρακτέων ὁ τῶν ὅλων δημιουργὸς ὑπεστήσατο , διὰ μὲν τοῦ νόμου τὴν εὐθεῖαν αὐτῇ παραδείξας ὁδὸν, διὰ δὲ τῆς αὐτῇ δεδωρημένης αὐτεξουσίου ἐλευθε- ρίας τὴν τῶν κρειττόνων ἳρεσιν ἐπαίνου καὶ ἀποδοχῆς ἀξίαν ἀποφήνας γερῶν τε καὶ μειζόνων ἐπάθλων τῶν ἐπὶ τοῖς κατορθουμένοις , ὅτι μὴ βε- βιασμένως, γνώμῃ δὲ αὐτεξουσίῳ κατώρθου , παρὸν

v.1.p.286
καὶ τὴν ἐναντίαν ἑλέσθαι· ὡς ἔμπαλιν τὴν τὰ χείριστα ἑλομένην ψόγου καὶ τιμωρίας εἶναι ἀξίαν, ἅτε οἰκείᾳ κινήσει τοῦ μὲν κατὰ φύσιν νόμου παραμελήσασαν, κακίας δὲ ἀρχὴν καὶ πηγὴν ἀπογεννήσασαν, φαύλως τε ἑαυτῇ κεχρημένην οὐκ ἔκ τινος ἔξωθεν ἀνάγκης, ἀλλ’ ἐξ ἐλευθέρας γνώμης καὶ κρίσεως.

αἰτία δὴ τοῦ ἑλομένου , θεὸς ἀναίτιος. οὔτε γὰρ φύσιν φαύλην ὁ θεὸς εἰργάσατο , οὐδέ .γε ψυχῆς οὐσίαν· ἀγαθῷ γὰρ οὐδὲν πλὴν ἀγαθὰ δημιουργεῖν θέμις. ἀγαθὸν δὲ πᾶν ὅ τι κατὰ φύσιν. ψυχῇ δὲ πάσῃ λογικῇ κατὰ φύσιν πάρεστι τὸ αὐτεξούσιον ἀγαθὸν, καὶ τοῦτο ἐπ’ ἀγαθῶν αἱρέσει γεγενημένον.

φαύλως δὲ ὅτε πράττει, οὐ τὴν φύσιν αἰτιατέον. οὐ γὰρ κατὰ φύσιν, παρὰ φύσιν δὲ αὐτῇ γίνεται τὸ φαῦλον, προαιρέσεως ὂν , ἀλλ’ οὐ φύσεως ἔργον. ᾧ γὰρ παρήν δύναμις τῆς τἀγαθοῦ αἱρέσεως, ὅτε μὴ τοῦτο εἴλετο, ἑκὼν δὲ τὸ κρεῖττον ἀπεστράφη τοὐ χείρονος μεταποιηθεὶς , τίς ἂν τούτῳ τόπος ἀποφυγῆς λείποιτο τῆς οἰκείας αἰτίῳ καταστάντι νόσου, τοῦ τε συμφύτου νόμου σωτῆρος οἶα καὶ ἰατροῦ παραμελήσαντι ;

ὁ δὴ τούτων ἀπάντων μηδένα λόγον ποιούμενος , ἀνάγκης τε καὶ ἄστρων φορᾶς ἀναρτῶν τὰ πάντα, τῆς τε τῶν πλημμελουμένων ἀνθρώποις ἀτοπίας μὴ ἐξ ἡμῶν εἶναι φάσκων τὰ αἴτια, ἀλλ’ ἐκ τῆς τὰ πάντα κινούσης δυνάμεως , πῶς οὐκ ἀνόσιον καὶ δυσσεβῆ λογισμὸν εἰσφέροι ἄν;

εἴτε γὰρ αὐτόματον καὶ ἀπρονόητον θείη τὴν τοῦ παντὸς φορὰν, ἐλέγχοιτ’ ἂν ὡς αὐτόθεν ἄθεος , πρὸς τῷ καὶ ἀβλεπτεῖν περὶ τὴν πάνσοφον ἁρμονίαν καὶ τὴν τῶν ὅλων διάταξιν εὖ καὶ ἐν κόσμῳ τὴν δι’ αἰῶνος κίνησιν ἀνακυκλουμένην· εἴτε θεοῦ πρόνοιαν ἄγειν καὶ φέρειν ἐπιστατεῖν τε πᾶσι καὶ πανσόφῳ λόγῳ διοικεῖν

v.1.p.287
ὁμολογήσει, οὐδ’ οὕτω τοῦ δυσσεβοῦς ἐκπέφευγε τὴν ἀτοπίαν, ἐπειδὴ τῶν ἐν ἀνθρώποις ἁμαρτανομένων τοὺς μὲν πλημμελοῦντας ἀπολύει, ὡς μηδὲν τῶν ἀτόπων ἐξ οἰκείας γνώμης διαπεπραγμένους , ἀνάγει δὲ τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὴν καθόλου πρόνοιαν, ἀνάγκην αὐτὴν καὶ εἱμαρμένην ἀποκαλῶν, καὶ πάσης τῆς ἐν ἀνθρώποις αἰσχρουργίας καὶ ἀρρητοποιίας ὠμότητός τε καὶ μιαιφονίας αἰτίαν εἶναι λέγων.