Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

αἰκίαι δ’ αὖ πάλιν

v.1.p.282
καὶ ἀλγηδόνες σώματι πηρώσεις τε ἐπισυμβᾶσαι πάρα φύσιν, τὸ αὐθεκούσιον τῆς ψυχῆς παρὰ τὸ συμβεβη- κὸς ἐξενίκησαν, ἐνδούσης ταῖς ἀλγηδόσι διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκήν ’ ὡς ἁλίσκεσθαι δεσμὸν ἄφυκτον ἐμποδὼν προβεβλῆσθαι τῷ κατὰ ψυχὴν ἐλευθέρῳ τοτὲ μὲν τὴν τοῦ σώματος φύσιν, τοτὲ δὲ τὰ ἐκτὸς ἐπισυμβαίνοντα.

ἦν δὲ ἄρα καὶ τὸ τῆς ἐφ’ ἡμῖν προαιρέσεως εἰς τοσοῦτον ἧκον ἀρετῆς καὶ ἰσχύος ὡς ἀντιβαίνειν ἐπὶ πολλῶν τολμᾶν καὶ ἀντιλέγειν τῇ τε τοῦ σώματος φύσει καὶ τοῖς ἔξωθεν ἐπισμβαίνουσιν.

ἡ μέν γε τοῦ σώματος φύσις ἐπὶ τὴν τῶν ἀφροδισίων ὁρμὴν τὸν ἄνδρα καλεῖ, ἡ δὲ ψυχὴ λόγῳ σώφρονι χαλινὸν ἐμβαλοῦσα τῷ πάθει κρείττων καθίσταται τῆς τοῦ σώματος φύσεως· καὶ πάλιν ἡ μὲν πει- νῆν καὶ διψῆν καὶ ῥιγοῦν καὶ τὰ τοιαῦτα προσαναγκάζουσα ἐπὶ τὰς κατὰ φύσιν θεραπείας τε καὶ πληρώσεις παρακαλεῖ, ἡ δὲ προαίρεσις λόγοις σώφροσιν ἀνα- πεισθεῖσα, καί τινας ἀσκητικὰς προτροπὰς αύθεκουσίως ἀγαπήσασα, πολυημέροις ἀσιτίαις καὶ καρτε- ρίαις παρακρούεται τὴν τοῦ σώματος φύσιν , ἀρετῇ λογισμοῦ κρίνασα τοῦτο καὶ ἑλομένη.

καὶ αὖ πάλιν ἡ μὲν κατὰ φύσιν πάσαις ἡδοναῖς χαίρει καὶ τῇ λείᾳ τῶν σωμάτων κινήσει , ἡ δὲ προαίρεσις ἀρετῆς ἐπιθυμίᾳ τὸν ἐπίπονον καὶ τραχὺν ἠσπάσατο βίον.

εἰσὶ δὲ οἱ καὶ ἐπὶ τὸ χεῖρον τραπέντες “ μετίλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄρσε- νες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι.

οὕτως ἄρα καὶ τῇ φύσει οὐ κατὰ πάντα ἐνδίδω- σιν ὁ λογισμὸς, κρατεῖ δὲ ἐν πλείστοις , ὡς καὶ κρα- τεῖται, καὶ τοτὲ μὲν αὐτὸς ἄγει, τοτὲ δὲ αὐτὸς ἂγεται, τᾶι, ὡς καὶ πρὸ ὥρας ἔσθ’ ὅπη χερσὶν ἐπισπᾶσθαι τὴν ἀπαλλαγὴν τοῦ σώματος , ὅτε τὸ ζῆν αὐτῷ μὴ

v.1.p.283
λυσιτελὲς κριθείη.

εἰ μὲν οὖν πρὸς μόνην τὴν οἰκείαν τοῦ σώματος φύσιν ὁ πᾶς ἀγὼν ἦν αὐτῷ, μέτριος ἂν ἦν οὗτος ’ ἐπεὶ δὲ τὴν πολιτείαν καὶ τὸν ἐν ἀνθρώποις βίον ὁ θεὸς αὐτῷ μεταξὺ πολλῶν καταβέβληται, ὡς μετὰ θηρίων καὶ ἑρπετῶν ἰοβόλων, ἐν μέσῳ τε πυρὸς καὶ ὕδατος ἀέρος τε τοῦ περιέχοντος καὶ τῶν ἐν τούτοις ἅπασι παρηλλαγμένων καὶ διαφόρων φύσεων τὰς διατριβὰς πεποιῆσθαι, εἰκότως αὐτῷ ἡ διαμάχη καὶ ἡ ἔνστασις οὐ πρὸς τὴν οἰκείαν ἐστὶ καὶ συνημμένην αὐτῷ μόνον φύσιν τοῦ σώματος, ἀλλὰ καὶ πρὸς μυρία τὰ ἐκτὸς συμβεβηκότα , ὧν ἐν μέσῳ ζῇ ὁ τὸν θνητὸν βίον διεξάγων, ὥστε καὶ πρὸς ταῦτα καρτερῶς ἀντέχειν.

πολλαὶ γοῦν ἤδη καὶ τοιόνδε τροφῶν φύσεις καὶ τοιαίδε συγκράσεις τοῦ περιέχοντος , κρυμῶν τε ἐπιφοραὶ καὶ φλογμῶν ἐκκαύσεις, πλεῖστά τε ἄλλα κατά τινας οἰκείους λόγους φυσικῶς μὲν κινούμενα, συμβατικῶς δὲ ἡμῖν προσπίπτοντα τάραχον οὐ τὸν τυχόντα τῷ καθ’ ἡμᾶς αὐτεξουσίῳ διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκὴν παρέσχηκε, τῆς τῶν ἡμετέρων σωμάτων φύσεως τὰς τῶν ἔξωθεν ἐπιφορὰς οὐχ ὑπομενούσης , κρατουμένης δὲ καὶ νικωμένης ὑπὸ τῶν ἐκτὸς κατὰ φύσιν οἰκείαν ἐπιτελουμένων.

πάλιν τε αὖ, ἐπειδὴ μετὰ πλείστων ἀνδρῶν ποιούμεθα τὰς διατριβὰς, οἱ δὲ καὶ αὐτοὶ τῆς ἴσης ἡμῖν λαχόντες οὐσίας τὸ ἐφ’ ἡμῖν αὐτοῖς ἐπὶ τῆς ἰδίας ἐξουσίας ἀποφέρονται , ἐλευθέρᾳ τῇ σφῶν χρώμενοι προαιρέσει, ταύτῃ πάλιν εἰκότως καὶ ταῖς ἑτέρων γνώμαις ὑποκεισόμεθα, τοῦ αὐτῶν ἐκείνων αὐτεξουσίου ὧδέ πως ἡμῖν κατὰ τοῦ σώματος ἢ περὶ τὴν ψυχὴν χρωμένου.

ὥσπερ γὰρ ἡ τοῦ σώματος ἡμῶν φύσις νικᾶται πολλάκις πρὸς τῶν ἔξωθεν προσπιπτόντων, οὕτως ἔστιν ὅτε καὶ προαίρεσις ὑπὸ

v.1.p.284
μυρίων ἔξωθεν ἐνοχλουμένη προαιρέσεων, αὐτεξου- σίῳ γνώμῃ πεισθεῖσα, ἑαυτὴν τοῖς ἔξωθεν ἐπιδίδωσι, καὶ τοτὲ μὲν βελτίων, τοτὲ δὲ χείρων ἀποτελεῖται. οἶδε γὰρ συνουσία φαύλη κακύνειν, ὥσπερ αὖ τούναντίον ποιεῖν ἀμείνους τῶν καλῶν ὁμιλία. “ φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί, ” ὥσπερ οὖν καὶ σώζουσι βελτιοῦσαι τῶν ἀγαθῶν αἱ συνουσίαι.

καὶ λόγοις μὲν ἡ λογικὴ τῆς ψυχῆς δύναμις τῶν ἔξωθεν ἐπισυμβαινόντων ὧδέ πως καὶ τῇδε φέρεται ’ ἰσχύει δὲ πάλιν οἰκεία καὶ λογικῆς οὐσίας ἀρετὴ, καὶ θείαν ὡς ἀληθῶς καὶ θεοειδῆ τὴν δύναμιν ἐπιδείκνυται, ὅτε πρὸς πάντα τὰ ἐκτὸς ἀντέχουσα, καὶ τὰ πάντα ἐλευθέρῳ φρονήματι ὑπερνικῶσα, πρὸς οὐδὲν τῆς οἰκείας ἀρετῆς ὑφιεμένη, φιλοσοφεῖν παρεσκεύασται. ὅτε μὴν ὀλιγωρεῖ, ὑπὸ τῶν χειρόνων τὰ χείριστα διατίθεται, ὥσπερ οὑν καὶ βελτιοῦται τῆς ἔξωθεν τυγχάνουσα ἐπιμελείας.

τί χρὴ λέγειν ἐπὶ τούτοις, ὡς καὶ φοραὶ καὶ ἀφορίαι τοιῶνδε ψυχῶν καὶ σωμάτων, κατά τινα περίπτωσιν οἰκείως τῇ τοῦ παντὸς διοικήσει συντελούμεναι , εὑ τε καὶ ὀρθῶς ἔχουσαι τῷ παντὶ, πλείστην ὅσην τοῖς κατὰ μέρος καὶ δὴ καὶ τοῖς ἐφ’ ἡμῖν παντοίας κινήσεως περιουσίαν ἀπειργάσαντο;

πᾶσιν δὲ καθόλου τοῖς οὖσι, τοῖς τε παρ’ ἡμᾶς γινομένοις καὶ παρὰ τὴν ἡμετέραν αἰτίαν , καὶ τοῖς ἔξωθεν κατὰ συμβεβηκὸς ἐπιοῦσι, τοῖς τε φυσικῶς ἐνεργουμένοις, μία παναλκὴς καὶ παντοδύναμος ἐπιστατεῖ ἡ διὰ πάντων ἐπιπορευομένη τοῦ θεοῦ πρόνοια , ἣ καὶ τὰ πλεῖστα θειοτέροις ἡμῖν τε ἀρρήτοις οἰκονομεῖ λόγοις, εὐηνίως τὸ πᾶν διακυβερνῶσα, πολλά τε καὶ τῶν κατὰ φύσιν ἐπὶ τὸ προσῆκον τοῖς καιροῖς μετασκευάζουσα , συνεργοῦσά τε καὶ συμπράττουσα τοῖς ἐφ’ ἡμῖν, καὶ τοῖς

v.1.p.285
ἐκτὸς πάλιν συμβαίνουσι τὴν δέουσαν τάξιν ἀπονέμουσα.

Τούτων εἰς τρία τοῦτον διῃρημένων τὸν τρό- πον, εἴς τε τὰ ἐφ’ ἡμῖν, καὶ τὰ κατὰ φύσιν γινόμενα, τά τε κατὰ συμβεβηκὸς, πάντων δὲ ἐφ’ ἔνα λόγον τὸν ἐκ θεοῦ βουλῆς ἀνακεφαλαιουμένων , οὐδαμοῦ μὲν ὁ περὶ εἱμαρμένης χώραν ἔξει λόγος.