Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πάλιν αὖ ἐπὶ τοῦ ἀνατολικοῦ ὁρίζοντος δεήσει , φασὶν , ἰδεῖν οὐ μόνον τὸ δωδεκατημόριον ποῖον ἦν ἐπ’ αὐτοῦ , ἀλλὰ καὶ τὴν μοῖραν καὶ τὸ ἑξηκοστὸν τῆς μοίρας, τὸ πρῶτον ἢ τὸ δεύτερον ἑξηκοστόν.

πῶς τοίνυν τῆς ὥρας πλατεῖ λόγῳ ἥμισυ δωδεκατημορίου περιεχούσης δύναταί τις λαβεῖν τὸ ἑξηκοστὸν, μὴ ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε, φέρε εἰπεῖν, εἰδέναι ὅτι γεγέννηται ὁ δεῖνα ὥρα τετάρτῃ καὶ ἡμίσει ὥρας, καὶ τετάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ, καὶ δυοτριακοστῷ;

παρὰ πολὺ γάρ φασι παραλλάττειν τὰ σημαινόμενα παρὰ τὴν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλὰ καὶ τοῦ ποστημορίου αὐτῆς. ἐν γοῦν τοῖς διδύμοις γεννωμένοις πολλάκις τὸ με- ταξὺ καὶ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπ’ αὐτῶν ἀπαντῶσιν , ὥς φασιν ἐκεῖνοι, παρὰ τὴν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων, καὶ τὸ μόριον τοῦ δωδεκα- τημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον ὑπὸ τῶν νομιζομένων τὴν ὥραν τετηρηκένα.

οὐδεὶς γὰρ δύναται λέγειν ὅτι τὸ μεταξὺ τοῦδε τῆς γενέσεως πρὸς τὴν τοῦδε ἐστὶν ὥρας τριακοστόν. ἀλλ’ ἔστω συγκεχωρημένον αὐτοῖς τόδε κατὰ τὸ ἐκλαβεῖν τὴν ὥραν. φέρεται δὴ θεώρημα ἀποδεικνύον τὸνζωδιακὸν

v.1.p.342
κύκλον ὁμοίως τοῖς πλανωμένοις φέρεσθαι ἀπὸ δυσ- μῶν ἐπὶ ἀνατολὰς δι’ ἑκατὸν ἐτῶν μοῖραν μίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλλάττειν τὴν θέσιν τῶν δωδεκατημορίων ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου, ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος. τὰ δὲ ἀποτελέσματα φασὶν εὑρίσκεσθαι οὐκ ἐκ τοῦ μορφώματος, ἀλλ’ ἐκ τοῦ νοητοῦ ζῳδίου, ὅπερ οὐ πάνυ τι δυνατὸν καταλαμβάνεσθαι.

ἔστω δὲ καὶ τοῦτο συγκεχωρημένον, τὸ καταλαμβάνεσθαι τὸ νοη- τὸν δωδεκατημόριον , ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀληθές· ἀλλὰ τήν γε σύγκρασιν παρ’ αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολουήσουσιν οὐχ οἷοί τε σώσαι κάτα πὰν , ἀμαυρουμένου τοῦ δηλουμένου, φέρε εἰπεῖν, χείρονος, ἀπὸ τοῦδε διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε ἢ τοσόνδε ἀμαυρουμένου. πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χείρονος ὑπὸ τῆς ἐπιβλέψεως τῆς τοῦ κρείττονος ἐμποδιξομένης, ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηματίσθαι , χειρόνων ὄντα σημαντικόν.

καὶ οἶμαι ἐπιστήσαντά τινα τοῖς τόποις ἀπογνῶναι τὴν περὶ τούτων κατάληψιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην , ἀλλ’, εἰ ἄρα, μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν.

εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων , μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων καὶ αὐτῶν τῶν συγγραψαμένων ἤπερ νομιζόμενον ἐπι- τευκτικόν. καὶ Ἡσαΐας γοῦν, ὡς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων , φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων τῶν ταῦτα μάλιστα παρὰ πάντας ἐπαγγελλομένων‘στήτωσαν δὴ καὶ σωσάτω- σάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, ἀναγγειλάτωσάν

v.1.p.343
σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.’ διὰ γὰρ τούτων διδασκόμεθα μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προδηλοῦν ἃ βεβούληται κύριος ἑκάστῳ ἔθνει ἐπαγαγεῖν.”

Τοσαῦτα καὶ ὁ δηλωθεὶς ἀνήρ. ἀλλὰ γὰρ ὁ πᾶς ἡμῖν οὗτος εἰς δύο τὰ μέγιστα συναιρεῖται λόγος, εἴς τε τὸ μὴ θεοὺς εἶναι τοὺς κατὰ πόλιν χρᾶν νενομισμένους καὶ εἰς τὸ μηδὲ ἀγαθοὺς δαίμονας, τοὐναντίον δὲ γόητάς τινας καὶ πλάνους καὶ ἀπατεῶνας, ἐπ’ ὀλέθρῳ καὶ διαστροφῇ τῆς ἀληθοῦς εὐσεβείας τὴν εἰς ἀνθρώπους πλάνην τήν τε ἄλλην καὶ τὴν περὶ εἱμαρμένης προβεβλημένους.

ἀφ’ ἧς μηδενὸς τῶν ἐξ αἰῶνος πλὴν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν τὸ πὰν τῶν ἀνθρώπων γένος λελυτρωμένου, εἰκότως ἡμῖν ἐν ἀρχαῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς τὰ παρόντα πάντα διὰ σπουδῆς γέγονεν, ὡς ἂν ἔργῳ μάθοιμεν ἐκ τίνων προγόνων φύντες καὶ οἵᾳ τὸ πρὶν ἀπάτη συνεχομένων , ἐξ ὁπόσης τε καὶ πηλίκης ἀνανεύσαντες αὐτοί τε ἡμεῖς καὶ ὁ σύμπας τῶν ἀνθρώπων βίος ἀβλεψίας τε καὶ ἀθεότητος τὴν ἴασιν τῆς μακρὰς καὶ πολυχρονίου δαιμονικῆς ἐνεργείας διὰ μόνης τῆς σωτηρίου Εὐαγγελικῆς εὑράμεθα διδασκαλίας.

Ἑβραίων πέρι λοιπὸν καὶ τῆς κατ’ αὐτοὺς φιλοσοφίας τε καὶ εὐσεβείας, ἣν τῶν πατρίων ἀπάντων προτετιμήκαμεν , τὸν τοῦ βίου τρόπον ὑπογράψαι καιρός.

ἐπειδὴ γὰρ οὐκ ἀλόγῳ, κεκριμένῳ δὲ καὶ σώφρονι λογισμῷ τῆς διεψευσμένης ὁμοῦ πάντων

v.1.p.344
Ἑλλήνων τε καὶ βαρβάρων θεολογίας τὴν ἀπόλειψιν Πεποιημένοι συνέστημεν, ὥρα λοιπὸν τὴν δευτέραν ἐπιλύσασθαι, τὴν αἰτίαν ἀποδιδόντας τῆς τῶν Ἑβραϊκῶν λόγων μεταποιήσεως.

Τὸ μὲν οὖν μὴ φέρειν τινὰ μέμψιν ἡμῖν τὴν ἀπὸ βαρβάρων τοῦ συμφέροντος μετάληψιν ἐπὶ τῆς δεούσης σχολῆς παραστήσομεν, πάντα τοῖς Ἕλλησι καὶ αὐτοῖς γε τοῖς βοωμένοις αὐτῶν φιλοςόφοις τὰ φιλόσοφα μαθήματα, καὶ τὰ ἄλλως κοινὰ και ταῖς πολιτικαῖς λυσιτελοῦντα χρείαις, παρά βαρβάρων έβκευωρήβθαι έπιδείζοντες· τὸ δὲ μηδέν πω μηδ' ὅλως παρά τισιν εύρῆβθαι τῶν ἐθνῶν, οἷον τὸ παρ' Ἑβραίων ἡμῖν άγαθόν πεπορισμένον, ὧδε ἂν γένοιτο πρόδηλον.

Οί μεν δὴ λοιποί πάντες ἄνθρωποι, ἄνωθεν ἐκ πρώτης τον βίον σνστάσεως καὶ εἰς τὸν χρόνον μόνῃ τῇ τῶν σωμάτων προσανασχόντες αἰσθήσει τῷ μηδέν περί τῆς ἐν αὐτοῖς ψνχῆς διειληφέναι πλέον τε οὐδὲν τῶν ὁρωμένων ἐν τοῖς οὖσιν ὑπάρχειν ἡγησάμενοι, τὸ καλόν καὶ συμφέρον καὶ μόνον ἀγαθὸν τῇ τῶν σωμάτων ἀνέθηκαν ἡδονῇ· μόνην τε ταύτην, ὡς τὸ μόνον οὖσαν ἀγαθὸν καὶ προσηνὲς καὶ ἡδὺ πρὸς ἀπόλανσίν τε εὐδαίμονος βίου αὐτάρκη, περισπονδαστον ὑποθέμενοι θεῶν μεγίστην ἡγήσαντό τε καὶ τεθειάκασιν, οὐδὲ τῆς ζωῆς αν της, εἰ μὴ μετέχοι τῆς τῶν σωμάτων ἡδονῆς, ἐφιέμενοι, καὶ ζῆν οὐ διὰ τὸ ζῆν, διὰ δὲ τὲ ἡδέως ζῆν ἀσπαζόμενοι, τοῦτο καὶ τοῖς ἰδίοις εὐξάμενοι παιβἰν ὡς μόνον ἀγαθὸν παρεῖναι.