Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ πάλιν ὁ Ἀπόλλων

  • ῥεῦμα τὸ Φοιβείης ἀπονεύμενον ὑψόθεν αἴγλης
  • πνοιῇ ὑπὸ λιγυρῇ κεκαλυμμένον ἠέρος ἁγνοῦ,
  • θελγόμενον μολπαῖσι καὶ ἀρρήτοις ἐπέεσσι,
  • κάππεσεν ἀμφὶ κάρηνον ἀμωμήτοιο δοχῆος
  • λεπταλέων ὑμένων · μαλακὸν δ’ ἐνέπλησε χιτῶνα,
  • ἀμβολάδην διὰ γαστρὸς ἀνεσσύμενον παλίνορσον ·
  • αὐλοῦ δ’ ἐκ βροτέοιο φίλην ἐτεκνώσατο φωνήν.”
  • Τούτοις ὁ συγγραφεὺς ἐπιλέγει

    " Τούτων οὔτε σαφέστερα οὔτε θεϊκώτερα καὶ φυσικώτερα γένοιτ’ ἄν. πνεῦμα γὰρ τὸ κατιὸν καὶ ἀπόρροια ἐκ τῆς ἐπουρανίου δυνάμεως εἰς ὀργανικὸν σῶμα καὶ ἔμψυχον εἰσελθοῦσα, βάσει χρωμένη τῇ

    v.1.p.227
    ψυχῇ , διὰ τοῦ στόματος ὡς ὀργάνου φωνὴν ἀποδίδωσιν.”

    Ἀλλ’ ὅτι μὲν ἀναγκάζονται ἱκανὰ καὶ ταῦτα παραστῆσαι· ὅτι δὲ καὶ ἀξιοῦσιν ἀπολυθῆναι , ὡς οὐκ ἐπ’ αὐτοῖς τῆς ἀναχωρήσεως κειμένης , μάθοις ἀν’ ἐκ τούτων

    “Ὅτι δὲ σπεύδουσιν ἀναχωρεῖν οἶ κληθέντες θεοὶ δηλώσει τὰ τοιαῦτα, λεγόντων

  • λύετε λοιπὸν ἄνακτα, βροτὸς θεὸν οὐκέτι χωρεῖ.
  • καὶ πάλιν

  • τίπτ’ ἐπιδευόμενοι δηρὸν βροτὸν αἰκίζεσθε;
  • καὶ πάλιν

  • ἕρπε, καὶ ὀτραλέως ἐπιέρχεο τόνδε σαώσας.
  • καὶ πῶς ἀπολύειν αὐτοὺς χρὴ αὐτὸς διδάξει λέγων

  • παύεο δὴ πρόφρων ὀάρων, ἀνάπαυε δὲ φῶτα,
  • ῥάμνων ἐκλύων πολιὸν τύπον, ἠδ’ ἀπὸ γυίων
  • Νειλῴην ὀθόνην χερσὶν στιβαραῖς ἀπαείρας.
  • καὶ τὴν ἀπόλυσιν εἶπεν

  • ὑψίπρῳρον αἶρε ταρσὸν, ἴσχε βάξιν ἐκ μυχῶν,
  • καὶ τὰ τούτοις ἐπιλεγόμενα. οἷς ἐπιφέρει “λαὶ βραδυνόντων ἀπολῦσαι φησὶ

  • σινδόνας ἀμπέτασον, νεφέλην λῦσόν τε δοχῆα.
  • καὶ πάλιν ἄλλοτε ἀπόλυσιν ἐξέδωκε τοιαύτην

  • Ναιάδες Νύμφαι, Μοῦσαι μέγα κλείετε Φοῖβον,
  • ἀείδουσαι ὅσαι ἑκατηβόλον Ἀπόλλωνα.