Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἆρ᾿ οὖν ὑπῆρξεν ἀγαθόν τι τοῖς θεαταῖς τοῦ ἀγαθοῦ δαίμονος, ἢ κακὸν εἰλήχασι δαίμονα, ἔργῳ τῆς πείρας ᾐσθημένοι; φησὶ γοῦν ὁ θαυμάσιος μάρτυς τοὺς τῆς ἀγαθῆς ταύτης θέας ἠξιωμένους ἄθρουν θάνατον ὑπομεῖναι λέγων ὧδε

“Ἤδη δὲ καὶ ἐν ἄλλοις οἱ μὲν θεράποντές τινων ἀνεδείχθησαν, ὡς ὁ Πὰν τοῦ Διονύσου· δεδήλωλκε δὲ τοῦτο ὁ ἐν Βραγχίδαις Ἀπόλλων διὰ τούτων. ἐννέα γὰρ εὑρέθησαν ἀποθανόντες· πυνθανομένων οὖν τῶν τὸν ἀγρὸν οἰκούντων τὴν αἰτίαν ἔχρησεν ὁ θεὸς

  • χρυσόκερως βλοσυροῖο Διωνύσου θεράπων Πὰν,
  • βαίνων ὑλήεντα κατ᾿ οὔρεα, χειρὶ κραταιῇ
  • ῥάβδον ἔχεν, ἑτέρη δὲ λιγὺ πνείουσαν ἔμαρπτε
  • σύριγγα γλαφυρὴν, Νύμφῃσι δὲ θυμὸν ἔθελγεν·
  • ὀξὺ δὲ συρίξας μέλος ἀνέρας ἐπτοίησεν
  • ὑλοτόμους πάντας, θάμβος δ᾿ ἔχεν εἰσορόωντας
  • δαίμονος ὀρνυμένου κρυερὸν δέμας οἰστρήεντος.
  • καί νύ κε πάντας ἔμαρψε τέλος κρυεροῦ θανάτοιο,
  • εἰ μή οἱ κότον αἰνὸν ἐνὶ στήθεσσιν ἔχουσα
  • Ἄρτεμις ἀγροτέρη παῦσεν μένεος κρατεροῖο,
  • ἣν καὶ χρὴ λίσσεσθ᾿, ἵνα σοι γίγνητ᾿ ἐπαρωγός.”
  • Ἀκήκοας οἷκα τοῦ δαίμονος, οὗ φησιν ἀγαθοῦ, τό τε σχῆμα καὶ τὰς πράξεις ὁ έν Βραγχίδαις ξεν Ἀπόλλων· θέα δὴ καὶ τῶν λοιπῶν τὰ γενναῖα

    v.1.p.223
    κατορθώματα , ὧν δὴ ἕνεκα τὴν οὐράνιον ἀπολελοιπότες διατριβὴν τὴν σὺν ἀνθρώποις ἀντικατηλλάξαντο.

    πάντως δήπου χρῆν αὐτοὺς σωφροσύνης κατάρχειν, καὶ τὰ λυσιτελῆ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις ὑποτίθεσθαι. οἶ δὲ τούτων μὲν οὐδέν· ἄκουε δ’ οἷα ἐκφαίνει ὁ τὰ ἀρρητότερα τῶν ἀρρήτων διηρευνηκὼς καὶ τῶν ἀπορρήτων ἀξιωθεὶς τῆς γνώσεως.

    τοτὲ μὲν οὖν τινὰς τῶν ἀγαθῶν τούτων δαιμόνων φησὶν ἐρωτικαῖς ἡδυπαθείαις ὑπηρετεῖσθαι, τοτὲ δ’ ἑτέρους τυμπάνοις καὶ αὐλοῖς καὶ θηλειῶν πατάγοις χαίρειν , ἄλλους δὲ αὖ πάλιν μάχαις καὶ πολέμοις ἀγάλλεσθαι , καὶ κυνηγεσίοις τὴν Ἄρτεμιν καὶ τοῖς ἀπὸ γῆς καρποῖς τὴν Δῃῶ· θρηνεῖν δὲ τὸν Ὄσιριν εἰσέτι νῦν τὴν Ἶσιν καὶ τὸν Ἀπόλλω μαντεύεσθαι. τοιαῦται ὧν φασιν ἀγαθῶν δαιμόνων αἶ εἰς ἀνθρώπους ὠφέλειαι. δέχου δὲ καὶ τούτων τὰς ἀπο- δείξεις

  • οὐδὲν ἐν ἀθανάτοισι θεοῖς ποτὲ δία μάταιον
  • οὐδ’ ἄκραντον ἔλεξε σοφοῖς Ἑκάτη θεοφήταις·
  • ἀλλ’ ἀπὸ παγχράτοιο νόου πατρόθεν κατιοῦσα
  • αἰὲν ἀληθείῃ σελαγίζεται , ἀμφὶ δὲ μῆτις
  • ἔμπεδος ἀρρήκτοισι μένει λογίοις βεβαυῖα.
  • δεσμῷ δ’ οὖν κλήιζε· θεὴν γὰρ ἄγεις με τοσήνδε,
  • ὅσση ψυχῶσαι πανυπέρτατον ἤρκεσα κόσμον.