Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἢ τοῖς ἥκουσι Κρητῶν

  • Φαιστοῦ καὶ Τάρρας ναέται, Δίου τε πολύρρου,
  • Πυθωον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν
  • εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε,
  • ὄλβον μὴ πατρίοισι νόμοις , καὶ Ζῆνα σέβοντες.
  • οἶς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν

  • λήρου καὶ μανίας ναέται, πολλοῦ θ’ ἅμα τύφου
  • οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν
  • εὐαγέοντας, ὅπως σοφίαν καταναιετάητε,
  • ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες.
  • ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἐπιμενιδείους καθαρμοὺς φαντα- ζόμενος.

    Διὰ τί δὲ, (6 σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἶ Λακεδαιμονίων βασιλεῖς,

  • εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνι
  • ἥμισυ δάσσωνται, πολὺ λώιον ἔσσεται αὐτοῖς,
  • ποίῳ δὲ καὶ ἄλλῳ λέγεις Ἀπόλλωνι ; οὐ γὰρ δὴ αὐτῷ σοι, ὦ ἀναίσχυντε μάντι , ὡς μή τίς σοι αὐτῷ ἐπιπλήξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ τοῖς λῃ- σταῖς.”

    Ταῦτα μὲν οὑν ὧδε ἐχέτω. φέρε δὲ τούτοις προσθῶμεν καὶ δι’ ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον , ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰ- σχρορρημοσύναις καὶ ἀρρητολογίαις, ἃς οὐδ’ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν ἂν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον ’ καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὃμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων’ ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας ὡς κατ’ οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων

    v.1.p.261
    ποιητὴν γεγενημένον. ἐφ’ οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει

  • “ ’Αθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὢ Τελεσίκλεις,
  • ἔσσετ’ ἐν ἀνθρώποις.
  • ὁ δὲ παῖς ἦν Ἀρχίλοχος.

  • ἔσται σοι κοῦρος, Μνησαρχίδῃ , ὅντινα πάντες
  • ἄνθρωποι τίσουσι, καὶ ἐς κλέος ἐσθλὸν ὀρούσει,
  • καὶ στεφέων ἱερῶν γλυκερὴν χάριν ἀμφιβαλεῖται.
  • ὁ δὲ κοῦρος ἦν Εὐριπίδης. Ὅμηρος δὲ

  • σοὶ ζωὴ δοιὰς μοίρας λάχεν, ἡ μὲν ἀμαυρῶν
  • ἠελίων δισσῶν, ἡ δ’ ἀθανάτοις ἰσόμοιρος,
  • ζῶν καὶ ἀποφθίμενος.
  • καὶ διὰ ταῦτα ἤκουεν
  • ὄλβιε καὶ δύσδαιμον, ἔφυς γὰρ ἐπ’ ἀμφοτέροισι.
  • λέγει δὲ οὐκ ἄνθρωπος , ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ

  • ἀνθρώπων θεὸν ὄντα δυηπαθέων ἀλεγίζειν.
  • ἄγε οὖν, ὦ θεὲ, μὴ περιίδῃς μηδ’ ἡμᾶς. ἐπιθυμοῦμεν γὰρ, εἰ μή τι ἀδικοῦμεν, οἶ μὲν Κλεοῦς ἐσθλοῦ, οἷ δὲ στεφάνων ἱερῶν , οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας, οἶ δὲ αὐτῆς ἀθανασίας.

    τί ποτ’ οὖν ἦν τοῦτο δι’ ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; μὴ φθονήσῃς , ὦ φιλανθρωπότατε θεῶν, μηδ’ ἄλλοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. τί πράττειν κελεύεις ἡμᾶς ; ἢ δηλαδὴ τὰ Ἀρχιλόχου , εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας,

    λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσιν· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου.