Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
δὸς, εἴποιμι ἂν ἐγώ· οὐδεμίαν γάρ πω δόσιν οὐδενὶ ἐπηγγείλω τοιαύτην.
Ἄπολλον, διδασκαλίας καὶ παρεγγυήσεως θείας· καὶ οὐ μακρὸς ἕνεκα τούτων ὁ στόλος, οὐδὲ ὅπως εἰς Δελφοὺς ἐκ Πελοποννήσου , ἀλλ’ οὐδ’ εἰς Ὑπερβορέους αὐτοὺς, ὅθεν ἀφῖχθαι λέγουσι κατὰ χρησμὸν Ἁστερίας ἄλλης μάντεως
δοκεῖ δέ μοι ὁ Λυκοῦργος οὗτος οὐκ ἐσχηκέναι τιτθὴν, οὐδὲ σύνθωκος πρεσβυτέρων οὐδέποτε κεκαθικέναι, παρ’ ὧν καὶ παρ’ ἧς εἶχε καλλίω τούτων ἀκοῦσαι καὶ σοφώτερα.
τάχα δέ πού τι προσθήσεις, ἐάν σε λιπαρῇ ὁ Λυκοῦργος εἰπεῖν τι σαφές. εἰ οἱ μὲν εὖ ἡγοῖντο, οἱ δ’ ἕποιντο, οὐκέτι φήσω τοῦ αὐτοῦ εἶναι συνθώκου τοῦτο, καὶ ἀξιώσω τὸν Λυκοπυργον μὴ ἀποκαμεῖν εἴ τι δύναιτο πολιτικὸν παρὰ σοῦ δίδαγμα ἀναλαβὼν ἀπιέναι εἰς τὴν Σπάρτην.
μάλιστα ἀνδρείους εἶναι κε-
καίτοι μάντις ὢν οὐκ ἔγνως ἡμᾶς πολλάκις καὶ παρὰ πολλῶν εἰληφότας αὐτὸ , οὔτε τῆς δάφνης ἐμφαγόντων οὔτε τὸ Κασταλίας ὕδωρ πιόντων, οὐδ’ ἐπὶ σοφίᾳ τὴν ὀφρύν ποτε ἀνασπασάντων;
λέγ’ οὖν περὶ ἀνδρείας, λέγε περὶ ἐλευθερίας, λέγε περὶ ὁμοφροσύνης , τίνα τρόπον ἐγγίνεται ταῦτα πόλει , καὶ μὴ ἡμᾶς τοὺς οὐκ εἰδότας κέλευε ἡγεῖσθαι τοῖς λαοῖς τῆς κελεύθου ταύτης, ἀλλ’ αὐτὸς ἡγοῦ. καλὴ μὲν γὰρ, ἀλλ’ ἄπορος ἡμῖν καὶ φοβερά. ”