Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τὰ γὰρ παρευρήματα οὐ δέχομαι, ὅτι οὐκ ἦν κα- θαρὸν ἐκ γένους Αἰπύτου τὸ ἱερεῖον, ὅθεν ἀτέλεστα Μεσσηνίοις εἶναι. τοιοῦτος γὰρ εἰ οἷος ταράττειν. ”
Τὰ μὲν δὴ τῆς παλαιᾶς ἱστορίας τοιαῦτα. μυρία δ’ ἐστὶ καὶ καθ’ ἡμᾶς τούτοις συνιδεῖν ὅμοια , ἐκ παλαιοῦ χρόνου καὶ εἰς ἡμὰς αὐτοὺς τῶν κατὰ χρόνους ἀρχόντων τοτὲ μὲν εἰς ἀπράκτους πολέμους διὰ τῆς τῶν χρησμῶν συμβουλίας ὁρμώντων, τοτὲ δὲ
τί δεῖ δὲ λέγειν, ὥς ποτε ἐν ταῖς μεγίσταις συμφοραῖς , ἤτοι τῶν πρὸς τοὺς ἐχθροὺς παρατάξεων, ἢ τῶν ἐν ταῖς σωματικαῖς ἀρρωστίαις κινδύνων, τῆς τῶν νενομισμένων θεῶν ἐπικουρίας ἢ θεραπείας οὐδὲν ὤναντο.
τοιαῦτα δὲ ἀεὶ καὶ διὰ παντὸς αὐτοῖς τὰ ἀπὸ τῶν χρησμῶν ἐκπίπτει, οἶα καὶ τὰ τῆς παλαιὰς ἱστορίας συνίστησιν.
ἀλλ’ ἐπεὶ τῶν μάλιστα παρὰ Ἓλλησι θρυλουμένων τοῦ Πυθίου χρησμῶν εἶς τις ἦν καὶ ὁ πρὸς Λυκοῦργον, ᾧ προσιόντι ἡ Πυθία ἐπεφώνησε τὸ βοώμενον ἐκεῖνο,
“ Ἀλλὰ σὺ τὸν Τυρταῖον προκαθηγεμόνα καὶ σκοπὸν ἐλθόντα ποτὲ ὡς σὲ ἥκειν ἔφης ἔκ κοίλης Λακεδαίμονος Ζηνὶ φίλον καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι , δίζεσθαί τε εἰ θεὸν αὐτὸν μαντεύσῃ, ἢ ἄνθρωπον, ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν, ὅτι ἦλθεν εὐνομίην αἰτήσων.
καὶ πῶς, εἰ θεὸς, οὐκ ἠπίστατο νόμον πολιτικὸν ὁ φίλος τοῦ Δῖός καὶ πάντων τῶν Ὀλυμπίων; ἀλλ’ ἐπεί τοι καὶ οὐ δίχα θεοῦ ἴσως τὰ τοιαῦτα εὑρίσκεται , ἃ δέδεικται τῷ θειοτάτῳ ἀνθρώπων ὑπὸ τῆς θεοῦ φωνῆς , φέρε ἴδωμεν τὴν θείαν φωνὴν, καὶ ἃ ἐδίδαξας τὸν Λυκοῦργον
δὸς, εἴποιμι ἂν ἐγώ· οὐδεμίαν γάρ πω δόσιν οὐδενὶ ἐπηγγείλω τοιαύτην.