Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἀλλὰ γὰρ τούτων ὧδε ἐληλεγμένων ὥρα συνιδεῖν αὖθις ἄνωθεν ὅπως τοὺς παλαιτάτους χρησμοὺς τοὺς ἐν Δελφοῖς ὁ αὐτὸς ἀπελέγχει , τοὺς δὴ μάλιστα ἐν ταῖς Ἑλληνικαῖς ἱστορίαις θαυμαζομένους.

‘Πολὺς ἦν ὁ Περσῶν στρατὸς ὡπλισμένος κατὰ Ἀθηναίων, οὐδ’ ἦν τις αὐτοῖς ἄλλη σωτηρίας ἐλπὶς ἢ μόνος ὁ θεός· οἳ δὴ τοῦτον ὅστις ἦν οὐκ εἰδότες τὸν πάτριον ἀρωγὸν ἐπεκαλοῦντο· ὁ ἐν Δελφῖς Ἀπόλλων οὗτος ἦν.

τί οὖν ὁ θαυμαστὸς οὑτος; ; ἀρά γε τῶν οἰκείων ὑπερεμάχει ; ἆρα λοιβῆς καὶ κνίσης ἐμέμνητο καὶ ὧν αὐτῷ συνήθως ἐτέλουν τὰς ἑκατόμβας ἐπιθύοντες; οὐμενοῦν. ἀλλὰ τί φησιν; φεύγειν, καὶ φεύγειν ξύλινον τεῖχος παρασκευασαμένους, οὕτω τὸ ναυτικὸν δηλῶν, δι’ οὗ μόνου φησὶν αὐτοὺς σωθήσεσθαι τῆς πόλεως ἐμπρησθείσης.

v.1.p.249
μεγάλης θεοῦ βοηθείας. εἶτα πολιορκίαν οὐ μόνον τῶν ἄλλων κατὰ τὴν πόλιν οἰκοδομημάτων, ἀλλὰ καὶ αὐτῶν τῶν τοῖς θεοῖς ἀφιερωμένων προλέγειν δῆθεν προσποιεῖται. τοῦτο δὲ καὶ δίχα χρησμοῦ τοῖς πᾶσιν ἐκ τῆς τῶν πολεμίων ἐφόδου προσδοκᾶν ἠν.”

Εἰκότα δῆτα ποιῶν ὁ συγγραφεὺς διαπαίζει πάλιν τὴν Ἑλληνικὴν ἀπάτην ἐξελέγχων ἐν τούτοις

“ Ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως ἐθελοκάκου τινός ἐστιν, ἐκεῖνα δὲ δεῖ μᾶλλον εἰς τὴν κρίσιν προάγειν τὰ πρὸς Ἀθηναίους. καὶ δὴ λεγέσθω τὰ πρὸς Ἀθηναίους

  • ὢ μέλεοι, τί κάθησθε; πόλιν φύγετ’ ἔσχατα γαίης·
  • οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδος οὔτε τὸ σῶμα,
  • οὐ χέρες, οὐδὲ πόδες νέατοι· κατὰ γάρ μιν ἐρείψει
  • πῦρ τε καὶ ὀξὺς Ἄρης, συριηγενὲς ἅρμα διώκων·
  • πολλὰ δὲ τῇδ’ ἀπολεῖ πυργώματα καὶ κατερείψει ’
  • πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει·
  • οἴ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασιν,
  • δείματι παλλόμενοι.
  • ἰδοὺ δή σοι τὸ πρὸς Ἀθηναίους λόγιον ’ ἦπού τι μαντικὸν ἔνεστι; σὺ γὰρ οὕτως ἐθάρρεις αὐτῷ νὴ Δία, φαίη τις ἄν. εἰ δὲ προσθείης ἃ δεομένων βοη- θεῖν αὐτοῖς ἐπιλέγεται, γνωσθήσεται. ἰδοὺ δὴ προσ- κείσθω,

  • οὐ δύναται Πάλλας Δί’ Ὀλύμπιον ἐξιλάσασθαι,
  • λισσομένη πολλοῖσι λόγοις . . . . . .
  • σοὶ δὲ τόδ’ αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας·
  • τῶν ἄλλων γὰρ ἁλισκομένων . . . . .
  • τεῖχος Τριτογενεῖ ξύλινον διδιοῖ εὐρύοπα Ζεὺς
  • μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τ’ ὀνήσει·
  • μηδὲ σύ γ’ ἱπποσύνην τε μένειν καὶ πεξὸν ἰόντα,
  • νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσται.
  • ὠ θείη Σαλαμὶς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν,
  • ἤ που σκιδναμένης Δημήτερος, ἢ συνιούσης.
  • v.1.p.250

    ἄξιός τέ σοι ὁ Ζεὺς τοῦ Δῖός , ὦ υἱὲ τοῦ Δῖός ’ ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τῆς Ἀθηνᾶς, ὦ τῆς Ἀθηνᾶς ἀδελφέ· ἥ τε σπουδὴ αὕτη καὶ ἡ ἀντισπουδία ἐπιπρέπει τῷ πατρὶ καὶ τῇ θυγατρὶ, μᾶλλον δὲ τοῖς θεοῖς ’ ὅ τε Ὀλύμπιος οὗτος ὁ τὴν μίαν ταύτην ἐξελεῖν πόλιν ἀσθενῶν, εἰ μὴ ἀπὸ Σούσων ἐπάγοι αὐτῇ τὸν ἄπειρον ἐκεῖνον στρατὸν, μέγας τις ἄρα ἦν καὶ τὴν τοῦ παντὸς Κυρείαν ἔχων , καὶ πιθανὸς ἅμα, ἐκ μὲν τῆς Ἀσίας εἰς τὴν Εὐρώπην κινῶν ἔθνη τοσαῦτα, ἐν δὲ τῇ Εὐρώπῃ μίαν πόλιν ἀνατρέψαι ἀδύνατος ὤν.

    καὶ σὺ δὲ, ὁ τολμηρὸς ἅμα καὶ ἐπὶ τῷ μηδενὶ ῥιψοκίνδυνος , οὐκ οἰμώζεις; εἶπον ἂν ἄνθρωποι, ὑπὲρ ὧν ἡ Πάλλας οὐ δύναται Δί’ Ὀλύμπιον ἐξιλάσασθαι·) ἢ οὐ τοῖς ἀνθρώποις ἐμήνιεν ὁ Ζεὺς, ἀλλὰ τοῖς λίθοις καὶ τοῖς ξύλοις ’ κἄπειτα σὺ μὲν τοὺς ἀνθρώπους ἔσωζες , ὁ δὲ τὰ οἰκοδομήματα ἐνεπίμπρα ἐπακτῷ πυρί; οὐ γὰρ ἦν αὐτῷ κεραυνὸς τηνικαῦτα.