Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἀφιγμένου δὲ αὐτοῦ νεωστὶ στὶ σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ διοσημίας πολλὰς γενέσθαι, καὶ πνεύματα καταρραγῆναι, καὶ πεσεῖν πρηστῆρας. ἐπεὶ δ’ ἐλώφησε, λέγειν τοὺς νησιώτας ὅτι τῶν κρειττόνων τινὸς ἔκλειψις γέγονεν · ὡς γὰρ λύχνος ἀναπτόμενος, φάναι, δεινὸν οὐδὲν ἔχει, σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν, οὕτως αἶ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις εὐμενεῖς καὶ
ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω καθεύδοντα· δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι· πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας.”
Τοσαῦτα ὁ Πλούταρχος. ἐπιτηρῆσαι δὲ ἄξιον τὸν καιρὸν ἐν ᾧ φησι τὸν θάνατον γεγονέναι τοῦ δαίμονος. οὗτος δὲ ἦν ὁ κατὰ Τιβέριον καθ᾿ ὃν ὁ ἡμέτερος σωτὴρ τὰς σὺν ἀνθρώποις ποιούμενος διατριβὰς πᾶν γένος δαιμόνων ἐξελαύνειν τοῦ τῶν ἀνθρώπων ἀναγέγραπται βίου· ὥστε ἤδη τινὰς τῶν δαιμόνων γονυπετεῖν αὐτὸν, καὶ ἱκετεύειν μὴ τῷ περιμένοντι αὐτοὺς Ταρτάρῳ παραδοῦναι.
ἔχεις οὖν καὶ τῆς τῶν δαιμόνων καθαιρέσεως τὸν χρόνον, οὐκ ἄλλοτε ἐξ αἰῶνος ἱστορηθείσης, ὥσπερ οὖν καὶ τῆς ἀνθρωποθυσίας τῶν ἐθνῶν τὴν κατάλυσιν οὐκ ἄλλοτε ἢ μετὰ τὸ προελθὸν εἰς πάντας ἀνθρώπους κήρυγμα τῆς εὐαγγελικῆς διδασκαλίας γεγενημένην. ταῦτα μὲν οὖν ἡμῖν ἀπὸ τῆς νεωτέρας ἱστορίας ἐληλέγχθω.
Ἀλλ᾿ ἐπεὶ μὴ τοῖς πᾶσι γνώριμα τυγχάνει τὰ εἰρημένα, εὖ μοι δοκεῖ ἐντεῦθεν ἐπὶ τὰ πᾶσι πρό- δηλα τοῖς φιλολόγοις μεταβῆναι, καὶ τοὺς παλαιτάτους τῷ χρόνῳ χρησμοὺς ἐξετάσαι ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδομένους, κἀν ταῖς κατὰ πόλιν διατριβαῖς τοῖς ἐπὶ παιδείᾳ φοιτῶσι παραδιδομένους.
ἄνωθεν τοίνυν ἀναλαβὼν τὰς παλαιὰς ἱστορίας ἐπίσκεψαι οἷα ὁ Πύθιος Ἀθηναίοις χρᾷ λοιμῷ πιεσθεῖσι διὰ τὴν Ἀνδρόγεω τελευτήν. ἐλοίμωσσον δὲ πάντες Ἀθη-
τί ποτ’ οὖν αὐτοῖς ὁ σωτὴρ καὶ θεὸς παραινεῖ; τάχα πού τις οἰήσεται δικαιοσύνης τοῦ λοιποῦ καὶ φιλανθρωπίας ἐπιμέλεσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἢ μετανοεῖν ἐπὶ τῷ πλημμελήματι, καί τι τῶν ὁσίων καὶ εὐσεβῶν ἐκτελεῖν, ὡς ἂν τῶν θεῶν τούτοις ἱλασκομένων. ἀλλὰ τούτων μὲν ἦν οὐδέν.
τί γὰρ δὴ καὶ μέλον ἢν τούτων τοῖς θαυμασίοις θεοῖς, μᾶλλον δὲ τοῖς παμπονήροις δαἰμοσι; πάλιν οὖν τὰ αὐτοῖς συγγενῆ καὶ οἰκεῖα , τὰ ἀνηλεῆ καὶ ὠμὰ καὶ ἀπάνθρωπα , λοιμὸν ἐπὶ λοιμῷ φασι καὶ θανάτους ἐπὶ θανάτῳ.