Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ κάτω βλέποντος ὁ Δημήτριος οὐδὲν ἔφη δεῖν περὶ τῶν ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν, τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυοἲν ἁπάντων ἔκλειψιν ὁρῶντας, ἀλλὰ κοινῇ σκοπεῖν δι᾿ ἣν αἰτίαν οὕτως ἐξησθένηκε.

τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου γε τὴν Βοιωτίαν ἕνεκα χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον χρόνοις νῦν ἐπιλέλοιπε κομιδῆ, καθάπερ νάματα, καὶ πολὺς ἐπέσχε μαντικῆς αὐχμὸς τὴν χώραν. οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ Λεβάδειαν ἡ Βοιωτία παρέχει τοἳς χρῄζουσιν ἀρύσασθαι μαντικῆς· τῶν δ᾿ ἄλλων τὰ μὲν σιγὴ, τὰ δὲ παντελὴς ἐρημία κατέσχηχε.”

Ἔτι πρὸς τούτοις ὁ αὐτὸς περὶ τοῦ καὶ θνήσκειν d τοὺς αὐτῶν δαίμονας ταῦτά φησι

“Tὸ μὲν ἐφεστάναι τοῖς χρηστηρίοις, εἶπε, μὴ θεοὺς, οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι. τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχὶ δραχμὴν λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους, ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον.

ἠρώτησεν οὖν ὁ Κλεόμβροτος τὸν Φίλιππον ὅστις εἴη καὶ ὁπόθεν ὁ νεανίας. πυθόμενος δὲ τοὔνομα καὶ τὴν πόλιν, οὐδὲ ἡμᾶς αὐτοὺς, ἔφη, λανθάνομεν, ὦ Ἡρακλέων, ἐν λόγοις ἀτόποις γεγονότες, ἀλλ᾿ οὐκ ἔστι περὶ πραγμάτων μεγάλων μὴ μεγάλαις προσχρησάμενον ἀρχαῖς ἐπὶ τὸ εἰκὸς τῇ

v.1.p.238
δόξῃ προελθεῖν.

σὺ δὲ σεαυτὸν λέληθας ὃ δίδως ἀφαιρούμενος. ὁμολογεῖς γὰρ εἶναι δαίμονας, τῷ δὲ μὴ φαύλους ἀξιοῦν εἶναι, μηδὲ θνητοὺς, οὐκέτι δαίμονας φυλάττεις. τίνι γὰρ τῶν θεῶν διαφέρουσιν, εἰ καὶ κατ᾿ οὐσίαν τὸ ἄφθαρτον καὶ κατ᾿ ἀρετὴν τὸ ἀπαθὲς καὶ ἀναμάρτητον ἔχουσι;

πρὸς ταῦτα τοῦ Ἡρακλέωνος σιωπῇ διανοουμένου τι πρὸς αὐτὸν ὁ Φίλιππος, ἀλλὰ φαύλους μὲν δαίμονας οὐκ Ἐμπεδο- κλῃς μόνον, ὦ Ἡρακλέων, ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύσιππος· ἔτι δὲ Δημόκριτος εὐχόμενος εὐλόγχων εἰδώλων τυγχάνειν δῆλος ἦν ἕτερα δυστράπελα καὶ μοχθηρὰς γινώσκων ἔχοντα προαιρέσεις τινὰς καὶ ὁρμάς.

περὶ δὲ τοῦ θανάτου τῶν τοιούτων ἀκήκοα λόγον ἀνδρὸς οὐκ ἄφρονος οὐδὲ ἀλαζόνος. Αἰμιλιανοῦ γὰρ τοῦ ῥήτορος, οὗ καὶ ἡμῶν ἔνιοι διακηκόασιν, Ἐπιθέρσης ἦν πατὴρ, ἐμὸς πολίτης καὶ διδάσκαλος γραμματικῶν.

οὗτος ἔφη ποτὲ πλέων εἰς Ἰταλίαν ἐπιβῆναι νεὼς ἐμπορικὰ χρήματα καὶ συχνοὺς ἐπιβάτας ἀγούσης· ἐσπέρας δ᾿ ἤδη περὶ τὰς Ἐχινάδας νήσους ἀποσβῆναι τὸ πνεῦμα καὶ τὴν ναῦν διαφερομένην πλησίον γενέσθαι Παξῶν· ἐγρηγορέναι δὲ τοὺς πλείστους καὶ πίνειν, ἐπεὶ δεδειπνηκότες ἦσαν· ἐξαίφνης δὲ φωνῆς ἀπὸ τῆς νήσου τῶν Παξῶν ἀκουσθῆναι, Θαμνοῦν τινὸς βοῇ καλοῦντος, ὥστε θαυμάζειν· ὁ γὰρ Θαμνοῦς Αἰγύπτιος ἦν κυβερνήτης, οὐδὲ τῶν ἐμπλεόντων γνώριμος πολλοῖς ἀπ᾿ ὀνόματος. δὶς μὲν οὖν κληθέντα σιωπῆσαι, τὸ δὲ τρίτον ὑπακοῦσαι τῷ καλοῦντι, κἀκεῖνον ἐπιτείναντα τὴν φωνὴν εἰπεῖν, ὁπόταν γένῃ κατὰ τὸ Παλῶδες, ἀπάγγειλον ὅτι Πὰν ὁ μέγας τέθνηκεν.

τοῦτο ἀκούσαντας ὁ Ἐπιθέρσης ἔφη πάντας ἐκπλαγῆναι, καὶ διδόντας ἑαυτοῖς λόγον, εἴτε ποιῆσαι βέλ-

v.1.p.239
τίον εἴη τὸ προστεταγμένον, εἴτε μὴ πολυπραγμονεῖν, ἀλλ’ ἐὰν, οὕτω γνῶναι τὸν Θαμνοῦν, εἰ μὲν εἴη πνεῦμα, παραπλεῖν ἡσυχίαν ἔχοντα, νηνεμίας δὲ καὶ γαλήνης περὶ τὸν τόπον γενομένης ἀνειπεῖν ἃ ἤκουσεν.

ὡς οὖν ἐγένετο κατὰ τὸ Παλῶδες, οὔτε πνεύματος ὄντος οὔτε κλύδωνος, ἐκ πρύμνης βλέποντα τὸν Θαμονῦν πρὸς τὴν γῆν εἰπεῖν, ὥσπερ ἤκουσεν, ὅτι Πὰν ὁ μέγας τέθνηκεν, οὐ φθῆναι δὲ παυσάμενον αὐτὸν, καὶ γενέσθαι μέγαν οὐχ ἑνὸς, ἀλλὰ πολλῶν στεναγμὸν, ἅμα θαυμασμῷ μεμιγμένον.