Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Διὰ δὴ τούτων ἁπάντων ἡγοῦμαι σαφῶς ἐληλέγχθαι ὡς ἄρα περίγειοί τινες καὶ φιλοπαθεῖς δαίμονες ἥλωσαν αὐτῶν ὄντες οἱ θεοί· διό μοι δοκῶ σώφρονι λογισμῷ τὴν ἀποστροφὴν αὐτῶν πεποιῆσθαι.

ὁρᾷς γοῦν ὡς κρατεῖν αὐτοὺς ἔν τισι γῆς χωρίοις τοὺς κατὰ μαγείαν φασὶ τύπους καὶ τοὺς τοιούσδε χαρακτῆρας, δέον, εἴπερ ἄρα θεῖόν τι ἦν ἀληθῶς, μηδ᾿ ἀλλαχῆ πη ἐπιβαίνειν ἢ ἐν μόνῃ ψυχῆς διανοίᾳ, καὶ ταύτῃ παντὸς ῥύπου καὶ πάσης κηλῖδος κεκαθαρ-

v.1.p.236
μένῃ, σωφροσύνῃ τε καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς κεκοσμημένη.

τούτων γὰρ ἐν ἀνθρώπου ψυχῇ ὧς ἐν ἀληθῶς ἱερῷ χωρίῳ προυποκειμένων, εἰκότως ἂν ἐπέλθοι θείου πνεύματος παρουσία ’ οὐδ’ ἂν ἦν ἔτι χρεία τῆς κακοτέχνου γοητείας ταῖς εἰς ὑποδοχὴν τοῦ θείου κατὰ τὴν ἐνάρετον καὶ φιλόθεον πρᾶξιν προηυτρεπισμέναις ψυχαῖς.

ὥστε διαρρήδην ἔξ ἀπάντων τούτων περιγείους τινὰς ἁλίσκεσθαι, φιλοπαθεῖς τε καὶ φιλοσωμάτους ὑπάρχειν δαίμονας, περὶ ὧν ἄρτι ἐλέγομεν. ἀλλὰ γὰρ ἑξῆς τούτοις ἄκουε οἷα ὁ αὐτὸς συγγραφεὺς περὶ τοῦ ἐκλελοιπέναι αὐτῶν τὰ βοώμενα χρηστήρια ἐν τοῖς αὐτοῖς τίθησι τοῦτον ’τον τρόπον

“ Ἄμφι δὲ Πύθω οἱ Κλαρίην τε θεοπρόπα Φοίβου

  • αὐδήσει φάτις ἡμετέρη θεμιτώδεσιν ὀμφαῖς.
  • μύρια μὲν γαίης μαντήια θέσκελα νώτῳ
  • ἐβλύσθη, πηγαί τε καὶ ἄσθματα δινήεντα·
  • καὶ τὰ μὲν ἂψ χθονίοισιν ὑπαὶ κόλποισιν ἔδεκτο
  • ἀυτὴ γαία χανοῦσα , τὰ δ’ ὤλεσε μυρίος αἰὼν.
  • μούνῳ δ’ ἠελίῳ φαεσιμβρότῳ εἰσέτ’ ἔασιν
  • ἐν Διδύμων γυάλοις Μυκαλήϊον ἔνθεον ὕδωρ,
  • Πυθῶνός τ’ ἀνὰ πέζαν ὑπαὶ Παρνάσιον αἶπος,
  • καὶ κραναὴ Κλαρίη, τρηχὺ στόμα φοιβάδος ὀμφῆς.
  • Νίκαεῦι δὲ χρῶν ἔφη
  • Πυθῷον δ’ οὐκ ἔστιν ἀναρρῶσαι λάλον ὀμφήν·
  • ἤδη γὰρ δολιχοῖσιν ἀμαυρωθεῖσα χρόνοισιν
  • βέβληται κληῖδας ἀμαντεύτοιο σιωπῆς.
  • ῥέξατε δ’ ὡς ἔθος ἐστὶ θεοπρόπα θύματα Φοίβῳ.
  • Τούτοις κατὰ καιρὸν ἐνταῦθα προσήκει καὶ τὰ Πλουτάρχου προσθεῖναι ἀφ’ οὗ πεποίηται δυγγράμματος “ Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων.’’

    Παυσαμένου δὲ τοῦ Ἀμμωνίου , Μαλλὸν, ἔφην [*](28 Πλουτάρχου — ] Moral. p. 411 E. 418 E.)

    v.1.p.237
    ἐγὼ, περὶ τοῦ μαντείου δίελθε ἡμῖν, ὦ Κλεόμβροτε· μεγάλη γὰρ ἡ πάλαι δόξα τῆς ἐκεῖ θεότητος, τὰ δὲ νῦν ἔοικεν ἀπομαραίνεσθαι.

    τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ κάτω βλέποντος ὁ Δημήτριος οὐδὲν ἔφη δεῖν περὶ τῶν ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν, τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυοἲν ἁπάντων ἔκλειψιν ὁρῶντας, ἀλλὰ κοινῇ σκοπεῖν δι᾿ ἣν αἰτίαν οὕτως ἐξησθένηκε.

    τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου γε τὴν Βοιωτίαν ἕνεκα χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον χρόνοις νῦν ἐπιλέλοιπε κομιδῆ, καθάπερ νάματα, καὶ πολὺς ἐπέσχε μαντικῆς αὐχμὸς τὴν χώραν. οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ Λεβάδειαν ἡ Βοιωτία παρέχει τοἳς χρῄζουσιν ἀρύσασθαι μαντικῆς· τῶν δ᾿ ἄλλων τὰ μὲν σιγὴ, τὰ δὲ παντελὴς ἐρημία κατέσχηχε.”

    Ἔτι πρὸς τούτοις ὁ αὐτὸς περὶ τοῦ καὶ θνήσκειν d τοὺς αὐτῶν δαίμονας ταῦτά φησι