Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον καὶ ἀπὸ ταύτης προκείσθω τῆς Πορφυρίου γραφῆς. καὶ μὴν καὶ διδάσκαλοί γε τῆς κακοτέχνου γοητείας αὐτοὶ δὴ πρῶτοι οἶ γενναῖοι θεοὶ κατέστησαν. πόθεν γὰρ ἀνθρώποις ταῦτα παρῆν εἰδέναι ἢ τῶν δαιμόνων αὐτῶν τὰ περὶ ἑαυτῶν ἐξειπόντων καὶ τοὺς καταδέσμους τοὺς κατ’ ἀλλήλων ἐξηγορευκότων ;

μηδὲ τοῦτον δὲ ἡμέτερον εἶναι τὸν λόγον ἡγοῦ · οὐδὲν γὰρ τούτων ἡμεῖς ὁμολογοῦμεν οὔτε ἐπίστασθαι οὔτε θέλειν εἰ- δέναι. πλὴν εἰς ἔλεγχον τῆς περὶ ταῦτα ἀτοπίας καὶ

v.1.p.232
εἰς ἡμετέραν ὁμοῦ τῆς τούτων ἀναχωρήσεως ἀπολο- γίαν ὁ τούτων ἡμῖν παρεισήχθω μάρτυς , σοφὸς ὢν ἐν τοῖς γνωρίμοις, καὶ πάντα ἀκριβῶς τὰ οἰκεῖα εἰδώς τε καὶ ὑποτιθέμενος. ὁ δὴ οὑν αὐτὸς ἐν τῇ δηλωθείσῃ τῶν λογίων συναγωγῇ ταῦτα λέγει πρὸς λέξιν

“ Οὐ μόνον δὲ τὴν πολιτείαν αὐτῶν αὐτοὶ μεμηνύκασι, καὶ τὰ ἄλλα τὰ εἰρημένα, ἀλλὰ καὶ οἶστισι χαίρουσι καὶ κερατοῦνται ὑπηγόρευσαν , καὶ μὴν καὶ τίσιν ἀναγκάζονται, τίνα δὲ δεῖ θύειν, καὶ ἐκ ποίας ἡμέρας ἐκτρέπεσθαι, τό τε σχῆμα τῶν ἀγαγμάτων μάτων ποταπὸν δεῖ ποιεῖν , αὐτοί τε ποίοις σχήμασι φαίνονται, ἔν τε ποίοις διατρίβουσι τόποις, καὶ ὅλως ἕν οὐδέν ἐστιν ὃ μὴ παρ’ αὐτῶν μαθόντες οἱ ἄνθρωποι οὕτως αὐτοὺς ἐτίμησαν. πολλῶν δ’ ὄντων ἃ τούτων ἐστὶ παραστατικὰ, ὀλίγα ἐκ τῶν πολλῶν παραθησόμεθα, ἵνα μὴ ἀμάρτυρον τὸν λόγον καταλείπωμεν.

ΧΙΙ. “ Ὀτι δὲ καὶ τὰ ἀγάλματα αὐτοὶ ὑπέθεντο πῶς χρὴ ποιεῖν καὶ ἐκ ποίας ὕλης δηλώσει τὰ τῆς· Ἑκάτης ἔχοντα τοῦτον τὸν τρόπον

  • ἀλλὰ τέλει ξόανον κεκαθαρμένον ὥς σε διδάξω ·
  • πηγάνου ἐξ ἀγρίοιο δετὰς ποίει , ἠδ’ ἐπικόσμει
  • ζῴοισιν λεπτοῖσι κατοικιδίοις καλαβώταις ’
  • σμύρνης καὶ στύρακος λιβάνοιό τε μίγματα τρίψας
  • σὺν κείνοις ζῴοισι καὶ αἰθριάσας ὑπὸ μήνην
  • αὔξουσαν τέλει, αὐτὸς ἐπευχόμενος τήνδ’ εὐχήν.
  • Εἶτ’ ἐξέδωκεν εὐχὴν , ἐδίδαξέ τε πόσους ληπτέον ἀσκαλαβώτας

  • ὅσσαι μορφαί μοι, τόσσοις ζῴοις σε κελεύω,
  • καὶ σφόδρα ταῦτα τελεῖν · δάφνης δέ μοι αὐτογενέθλου
  • οἴκου ἐμοῦ χώρημα ποιεῖν; καὶ ἀγάλματι πολλὸν
  • κείνῳ ἐπευχόμενος δι’ ὕπνων τοίαν ἀναθρήσεις.
  • καὶ πάλιν ἄλλοτε ἄγαλμα αὐτῆς ἐξέδωκε τοιοῦτον.”

    v.1.p.233

    Καὶ περὶ τῶν σχημάτων ὅπως φαντάζονται αὐτοὶ μεμηνύκασιν, ἀφ’ ὧν καὶ τὰ ἀγάλματα οὕτω καθιδρύθη. λέγει γοῦν ὁ Σάραπις ἰδὼν τὸν Πάνα περὶ ἑαυτοῦ

  • φαιδρὴ μὲν κατὰ δῶμα θεοῦ καταλάμπεται αὐγή·
  • ἦλθε γὰρ, ἠντεβόλησε θεὸς μέγας· εἶδεν ἐμεῖο
  • κάρτος ἀμαιμάκετον, λαμπηδόνα φλογμοτύραννον,
  • βόστρυχον ἐκ κεφαλῆς νεάτης χαροποῖσι μετώποις
  • ἀμφὶς ἰαινόμενον πλοχμοῖς θ’ ἱεροῖσι γενείου.’’
  • “ Καὶ ὁ Πὰν περὶ ἑαυτοῦ ὕμνον ἐδίδαξεν ἔχοντα οὕτως

  • εὔχομαι βροτὸς γεγὼς
  • Πανὶ συμφύτῳ θεῷ,
  • δισσοκέρατι, δισσόποδι,
  • τραγοσκελεῖ, τρυφῶντι.
  • καὶ τὰ ἀκόλουθα.

    καὶ ἡ Ἑκάτη δὲ περὶ ἑαυτῆς οὕτω φησὶν

  • ἤδη μοι σύ γε πάντα ποίει · ξοάνῳ δ’ ἄρ’ ἐν αὐτῷ
  • μορφή μοι πέλεται Δημήτερος ἀγλαοκάρπου,
  • εἵμασι παλλεύκοις , περὶ ποσσὶ δὲ χρυσοπέδιλος ·
  • ἀμφὶ δέ τοι ζώνῃ δολιχοὶ δράκοντες, δράκοντες,
  • ἴχνεσιν ἀχράντοισιν ἐφερπύζοντες , ἄνωθεν
  • αὐτῆς ἐκ κεφαλῆς ἀρτώμενοι ἐς πόδας ἄκρους,
  • σπειρηδὸν περὶ πᾶσαν ἑλισσόμενοι κατὰ κόσμον.
  • 4. ὕλη δὲ, φησὶν)
  • ἢ Παρίοιο λίθου, ἢ εὐξέστου ἐλέφαντος.”