Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
τάς γέ τοι θείας καὶ ἀγαθὰς δυνάμεις, ὥσπερ οὖν τοῦ τρόπου , οὑτωσὶ δὲ καὶ τῆς προσηγορίας τῆς δαιμονικῆς ἀλλοτρίας τυγχανειν· ἐπεὶ καὶ πάντων ἂν εἴη παραλογώτατον τὰς μήτε τὴν προαίρεσιν μήτε τὴν ἐκ τοῦ τρόπου φύσιν ὁμοίας μιᾶς καὶ τῆς αὐτῆς ἐπωνυμίας ἀξιοῦν.
Φέρε οὖν ἐπισκεψώμεθα τίς ὁ κατ’ αὐτοὺς τῶν χρηστηρίων τρόπος, ὡς ἂν μάθωμεν ποίας χρὴ δυνάμεως αὐτοὺς ἀποφήνασθαι, καὶ εἴτε ὀρθῶς αὐ- τῶν ἀνεχωρήσαμεν εἴτε καὶ μή. εἰ δὲ μέλλοιμι παρ’ ἐμαυτοῦ τοὺς ἐλέγχους τῶν δηλουμένων προφέρειν, εὖ οἷδ’ ὅτι μηδ’ ἀνεπίληπτον παρέξω τοῖς φιλεγκλή- μοσι τὸν λόγον. διόπερ αὐτὸς οὐδὲν οἴκοθεν εἰπὼν αὖθις ταῖς τῶν ἔξωθεν ἀποχρήσομαι μαρτυρίαις.
μυρίων δὲ ὄντων παρ’ Ἕλλησι λογογράφων τε καὶ φιλοσόφων , πρὸ πάντων ἐπιτήδειον εἰς τὰ προκείμενα ἐγκρίνω τὸν δαιμόνων φίλον αὐτὸν ἐκεῖνον, ὃς δὴ καθ’ ἡμᾶς γεγονὼς ταῖς καθ’ ἡμῶν ἐλλαμπρύωεται ψευδηγορίαις. μάλιστα γὰρ φιλοσόφων οὗτος τῶν καθ’ ἡμᾶς δοκεῖ καὶ δαίμοσι καὶ οἷς φησι θεοῖς ὡμιληκέναι , ὑπέρ τε τούτων πρεσβεῦσαι, καὶ πολλῷ μᾶλλον τὰ περὶ αὐτῶν ἀκριβέστερον διηρευνηκέναι.
οὗτος τοιγαροῦν ἐν οἷς ἐπέγραψε “Περὶ τῆς ἐκ λογίων φιλοσοφίας " συναγωγὴν ἐποιήσατο χρησμῶν τοῦ τε Ἀπόλλωνος καὶ τῶν λοιπῶν θεῶν τε καὶ ἀγαθῶν δαιμόνων, οὓς μάλιστα ἐκλεξάμενος αὑτῶ ἡγήσατο ἱκανοὺς εἷναι εἴς τε ἀπόδειξιν τῆς τῶν θεολογουμένων ἀρετῆς εἴς τε προτροπὴν ἧς αὐτῷ φίλον ὀνομάζειν θεοσοφίας.
ἐκ δὴ τούτων τοιγαροῦν τῶν ἐγκριθέντων καὶ μνήμης ἀξιωθέντων λογίων διακρῖναι καλὸν τοὺς χρησμολόγους, καὶ σκέψασθαι ποίας ποτὲ ὄντες τυγχάνουσι δυνάμεως. πρῶτον δὲ θεασώμεθα ὅπως τῆς γραφῆς ὁ δηλωθεὶς ἀνὴρ ἀρ- χόμενος ἡμῖν ἀληθεύειν ἐπόμνυται λέγων οὕτως
" Βέβαιος δὲ καὶ μόνιμος ὁ ἐντεῦθεν ὡς ἂν ἐκ μόνου βεβαίου τὰς ἐλπίδας τοῦ σωθῆναι ἀρυτόμενος, οἷς δὴ καὶ μεταδώσεις μηδὲν ὑφαιρούμενος. ἐπεὶ κἀγατοὺς θεοὺς μαρτύρομαι ὡς οὐδὲν οὔτε προστέθεικα
ἕξει δὲ ἡ παροῦσα συναγωγὴ πολλῶν μὲν τῶν κατὰ φιλοσο- φίαν δογμάτων ἀναγραφὴν, ὡς οἱ θεοὶ τἀληθὲς ἔχειν ἐθέσπισαν · ἐπ’ ὀλίγον δὲ καὶ τῆς χρηστικῆς ἁψόμεθα πραγματείας, ἥτις πρός τε τὴν θεωρίαν ὀνήσει καὶ πρὸς τὴν ὅλην κάθαρσιν τοῦ βίου. ἢν δ’ ἔχει ὠφέλειαν ἡ συναγωγὴ μάλιστα εἴσονται ὅσοιπερ τὴν ἀληθειαν ὠδίναντες ηὔξαντό ποτε τῆς ἐκ θεῶν ἐπιφα- νείας τυχόντες ἀνάπαυσιν λαβεῖν τῆς ἀπορίας διὰ τὴν τῶν λεγόντων ἀξιόπιστον διδασκαλίαν."
Τοιούτοις χρησάμενος προοιμίοις μαρτύρεται καὶ προκαταγγέλλει μὴ εἰς πολλοὺς ἐκφῆναι τὰ λεχθησόμενα, λέγων οὕτως
Σὺ δ’ εἴπερ τι καὶ ταῦτα πειρῶ μὴ δημοσιεύειν, μηδ’ ἄχρι καὶ τῶν βεβήλων ῥίπτειν αὐτὰ δόξης ἕνεκα ἢ κέρδους ἤ τινος ἄλλης οὐκ εὐαγοῦς κολακείας. κίνδυνος γὰρ οὐ σοὶ μόνον τὰς ἐντολὰς παραβαίνοντι ταύτας, ἀλλὰ κἀμοὶ ῥᾳδίως πιστεύσαντι τῷ στέγειν παρ’ ἑαυτῷ μὴ δυναμένῳ τὰς εὐποιίας. ποιίας. δοτέον δὴ τοῖς τὸν βίον ἐνστησαμένοις πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν.’’
Καὶ μεθ’ ἕτερα ἐπιλέγει
" Ταῦτά μοι ὡς ἀρρήτων ἀρρητότερα κρύπτειν· οὐδὲ γὰρ οἱ θεοὶ φανερῶς περὶ αὑτῶν ἐθέσπισαν, ἀλλὰ δι’ αἰνιγμάτων."
Ἐπειδὴ τοίνυν τοιαῦτα ὁ λόγος ἀνετείνατο,