Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἡ δ’ αἰτία δι’ ἀλλήλων γέγονε. καὶ γὰρ τῶν φιλοσοφούντων οἱ μὴ ἀποστάντες τῆς καινῆς φορᾶς εἰς τὰ αὐτὰ τοῖς πλήθεσι συνέβησαν· καὶ πάλιν αὖ τὰ πλήθη σύμφωνα ταῖς αὐτῶν δόξαις παρὰ τῶν δοκούντων σοφῶν ἀκούοντα ἐπερρώσθη φρονεῖν ἐπὶ μᾶλλον περὶ τῶν θεῶν τὰ τοιαῦτα.

τὸ μὲν γὰρ ποιητικὸν καὶ προσεξέκαυσε τὰς ὑπολήψεις τῶν ἀνθρώπων τῷ χρῆσθαι φράσει πρὸς ἔκπληξιν καὶ γοητείαν πεποιημένῃ , κήλησίν τε ἐμποιῆσαι καὶ πίστιν περὶ τῶν ἀδυνατωτάτων δυναμένῃ , δέον ἐμπεσως πεπεῖσθαι ὅτι οὔτε τὸ ἀγαθὸν βλάπτει ποτὲ

v.1.p.205
οὔτε τὸ κακὸν ὠφελεῖ. οὐ γὰρ θερμότητος, ὥς φησι Πλάτων, τὸ ψύχειν, ἀλλὰ τοῦ ἐναντίου, οὐδὲ ψυχρότητος τὸ θερμαίνειν, ἀλλὰ τοῦ ἐναντίου, οὕτως οὐδὲ τοῦ δικαίου τὸ βλάπτειν.

δικαιότατον δὲ δήπου φύσει πάντων τὸ θεῖον, ἐπεὶ οὐδ᾿ ἂν ἦν θεῖον. οὐκοῦν ἀποτετμῆσθαι δεῖ ταύτην τὴν δύναμιν καὶ μοῖραν τῶν δαιμόνων τῶν ἀγαθοεργῶν. ἡ γὰρ βλάπτειν πεφυκυῖά τε καὶ βουλομένη ἐναντία τῇ ἀγαθοεργῷ· τὰ δ᾿ ἐναντία περὶ τὸ αὐτὸ οὐκ ἄν ποτε γένοιτο.”

Καὶ αὖθις

“Διὰ μέντοι τῶν ἐναντίων καὶ ἡ πᾶσα γοητεία ἐπιτελεῖται· τούτους γὰρ μάλιστα καὶ τὸν προεστῶτα αὐτῶν ἐκτιμῶσιν οἱ τὰ κακὰ διὰ τῶν γοητειῶν διαπραττόμενοι

πλήρεις γάρ εἰσι πάσης φαντασίας καὶ ἀπατῆσαι ἱκανοὶ διὰ τῆς τερατουργίας. διὰ τούτων φίλτρα καὶ ἐρωτικὰ κατασκευάζουσιν οἱ κακοδαίμονες· πᾶσα γὰρ ἀκολασία καὶ πλούτων ἐλπὶς καὶ δόξης διὰ τούτων, καὶ μάλιστα ἡ ἀπάτη.

τὸ γὰρ ψεῦδος τούτοις οἰκεῖον· βούλονται γὰρ εἶναι θεοὶ καὶ ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖν θεὸς εἶναι ὁ μέγιστος. οὗτοι οἱ χαίροντες ῾λοιβῇ τε κνίσῃ τέ,᾿ δι᾿ ὧν αὐτῶν τὸ πνευματικὸν καὶ σωματικὸν πιαίνεται. ζῇ γὰρ τοῦτο ἀτμοῖς καὶ ἀναθυμιάσεσι, ποικί- λως διὰ τῶν ποικίλων, καὶ δυναμοῦται ταῖς ἐκ τῶν αἱμάτων καὶ σαρκῶν θυσίαις.”