Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

μόνος γὰρ οὗτος διὰ τοῦ προφήτου καὶ θεολόγου Μωυσέως προεκήρυξε τοῖς πᾶσι μὴ σέβειν ὡς ἀγαθοὺς δαίμονας τοὺς φαύλους, ἔμπαλιν δὲ ἀποτρέπεσθαι καὶ ἀπελαύνειν, ὡς ἂν πονηρὰ τυγχάνοντας πνεύματα· καὶ μὴν καὶ καθαιρεῖν αὐτῶν τούς τε νεὼς καὶ τὰς ἀνιέρους καὶ ἀτελέστους θρησκείας, καὶ πάμπαν ἐξ ἀνθρώπων ἀφανίζειν τὴν ὡς περὶ θεῶν αὐτῶν μνήμην, καὶ τὴν ἀπονεμομένην αὐτοῖς τιμὴν ἐνομοθέτησεν. οὐδὲ γὰρ τοὺς φαύλους ἀπομειλίσσεσθαι ὅσιον ἦν τοὺς τοῖς ἀγαθοῖς μεμελημένους.

εἴτε δὲ Φύλαρχος εἴτε καὶ ὁστισοῦν ἱστορεῖ πάντας τοὺς Ἓλληνας πρὶν ἐπὶ τοὺς πολέμους ἐξιέναι ἀνθρωποκτονεῖν, καὶ τοῦτον μάρτυρα τῆς Ἑλλήνων δαιμονικῆς ἐπιληψίας μὴ ὄκνει παραλαμβάνειν· μὴ παρίδῃς μηδὲ τοὺς κατὰ τὴν Ἀφρικὴν, τούς τε Θρᾷκας καὶ τοὺς Σκύθας τὰ ὅμοια πράττοντας, ταῖς αὐταῖς τῶν δαιμόνων ὑπῆχθαι μανίαις ἀποφαίνεσθαι· ὡς καὶ τοὺς Ἀθηναίους καὶ τοὺς κατὰ τὴν Μεγάλην πόλιν, εἰ δὴ καὶ οὗτοι κατὰ τὰς τοῦ Μεγάλου Δῖός ἑορτὰς ἀνθρώπους ἔσφαζον.

ἀλλὰ γὰρ συναγαγὼν ὁμοῦ τὸν πάντων τῶν προειρημένων κατάλογον εὕροις ἂν σχεδὸν εἰπεῖν πᾶσαν τὴν τῶν ἐθνῶν θεο-

v.1.p.195
ποιίαν τούτοις αὐτοῖς τοῖς ἀνθρωποκτόνοις πνεύμασι καὶ τοῖς πονηροῖς δαιμονίοις ἀνακειμένην. εἰ γὰρ ἐν Ῥόδῳ καὶ ἐν Σαλαμῖνι καὶ ταῖς ἄλλαις νήσοις, ἔν τε Ἠλίου πόλει τῇ κατ’ Αἴγυπτον, ἔν τε Χίω καὶ Τενέδῳ καὶ Λακεδαίμονι καὶ Ἀρκαδίᾳ, Φοινίκῃ τε καὶ Λιβύῃ 5 καὶ πρὸς τούτοις ἅπασιν ἐν Συρίᾳ καὶ Ἀρα- βίᾳ , καὶ παρά γε τοῖς Πανέλλησιν καὶ ἔτι τούτων τοῖς Κορυφαιοτάτοις Ἀθηναίοις, κατά τε Καρχηδόνα καὶ τὴν Ἀφρικὴν καὶ παρὰ Θρᾳξὶ καὶ Σκύθαις ἀποδέδεικται τὰ τῆς δαιμονικῆς ἀνθρωποκτονίας κατὰ τοὺς παλαιοὺς χρόνους ἐπιτελούμενα , καὶ μέχρι τοῦ σωτῆρος ἡμῶν παρατείναντα· πῶς οὐκ εὐλόγως τοὺς πάντας εἴποις ἂν τότε τοῖς πονηροῖς δαίμοσι δεδου- λῶσθαι , οὐ πρότερόν τε παῦλαν τῶν τοσούτων γενέσθαι τῷ βίῳ κακῶν ἢ τὴν τοῦ σωτῆρος ἡμῶν καταλάμψαι διδασκαλίαν; ὅτι δὴ μέχρι τῶν Ἀδριανοῦ χρόνων διαμεῖναι ταῦτα, λελύσθαι δ’ ἐξ ἐκείνου παρέστησεν ὁ τῆς ἱστορίας λόγος. οὗτος δὲ μάλιστα ἦν ὁ χρόνος, καθ’ ὃν ἡ σωτήριος εἰς πάντας ἀνθρώπους ἤκμαζε διδασκαλία.

καὶ μὴν οὐδὲ δυνατὸν αὐ- τοῖς εἰπεῖν ὡς τοῖς πονηροῖς δαίμοσιν · αὐτοῖς γὰρ μάλιστα τοῖς μεγίστοις θεοῖς ἡ ἱστορία τὰς ἀν- θρωποθυσίας ἐδήλωσεν ἐπιτελεῖσθαι. θύεσθαι γὰρ ἔφησε τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ Κρόνῳ τε καὶ Ἄρει καὶ Διονύσω , καὶ αὐτῶ τῷ ἐπὶ πάντων Διὶ καὶ τῷ Φοίβῳ, τῷ δὴ σεμνοτάτῳ πάντων καὶ σοφωτάτῳ Ἀπόλλωνι· τούτους δὲ καὶ οὐκ ἄλλους τοὺς μεγί- στους θεοὺς ἀγαθοὺς καὶ σωτῆρας ἀναγορεύουσιν.

αὐτοὶ δ’ ἄρα εἶεν ἂν οἶ πονηροὶ δαίμονες. εἰ γὰρ οἵδε τοιαύταις ἀνθρωποθυσίαις καὶ ἀνθρωποκτονίαις ἔχαιρον, πῶς οὐκ ἂν αὐτοὺς εἰκότως τῇ τῶν πονηρῶν πνευμάτων μιαιφονίᾳ καταριθμήσειας, εἴτε αὐτοὶ χαί-

v.1.p.196
ρειν λέγοιντο τοῖς τοιούτοις εἴτε συγχωρεῖν καὶ περιορᾶν ἑτέροις γιγνόμενα;

τί γὰρ χρῆν ὅλως ἐπιτρέπειν ἀνθρώποις ἱλάσκεσθαι τὰ πονηρὰ πνεύματα; τί δὲ τοσοῦτον πλανᾶσθαι ὡς θεραπεύειν καὶ κολακεύειν τοὺς φαύλους; τί δὲ τοῖς πονηροῖς καταδουλοῦσθαι, δέον ἀγαθοὺς ὄντας καὶ θεοὺς πορρωτάτω τῆς ἀνθρώπων διατριβῆς πᾶν ὅ τι φαῦλον καὶ πονηρὸν δυνάμει κρείττονι καὶ θειοτέρᾳ ἀπελαύνειν;

ἦ πατὴρ μὲν ἀγαθὸς οὐκ ἂν ὑπὸ φαύλοις ἀνδράσι φθειρόμενον περιίδοι ἂν τὸν αὑτοῦ παῖδα, οὐδὲ τὸν οἰκέτην σώφρων δεσπότης ὑπὸ τοῖς ἐχθροῖς ἀγόμενον περιόψεται, οὐδέ γε πολέμου στρατηγὸς, τοὺς οἰκείους παρὸν διασώσασθαι, τοῖς πολεμίοις αἰχμαλώτους ἀνήσει, οὐδὲ ποιμὴν τὰ θρέμματα τοῖς λύκοις· θεοὶ δὲ ἄρα καὶ ἀγαθοὶ δαίμονες ὑπὸ τοῖς μοχθηροῖς καὶ φαύλοις ἀνήσουσι τὸ ἀνθρώπων γένος;

  • καὶ οἱ τρισμύριοι φύλακες μερόπων ἀνθρώπων,
  • οἱ δὴ ποιμένες καὶ σωτῆρες, βασιλεῖς τε καὶ πατέρες καὶ κύριοι, τοῖς ἐχθροῖς καὶ πολεμίοις καὶ ἀγρίοις θηρσὶν ἀνηλεῶς οὕτως καὶ ὠμῶς ἄγειν καὶ φέρειν τὰ φίλτατα παραδώσουσιν, οὐχὶ δὲ προπολεμήσουσιν ὑπερασπίζοντες τῶν προσφύγων, καὶ τοὺς μὲν ἐχθροὺς καὶ πονηροὺς δαίμονας τῆς ἀνθρώπων ἀγέλης μακρὰν ὥσπερ τινὰς ἀγρίους καὶ ὠμοβόρους θῆρας ἀποδιώ- ξουσι, διδάξουσι δὲ πάντα ἄνθρωπον μυρίων θεῶν καὶ δαιμόνων ἀγαθῶν πλήθει προσῳκειωμένων ἐπιθαρσοῦντα, καὶ τοῖς οὐ μόνον κρείττοσιν, ἀλλὰ καὶ πλείοσιν καὶ μεγίστοις θεοῖς καθωσιωμένον, σμικρὰ, μᾶλλον δὲ τὸ μηδὲν ἐπιστρέφεσθαι τῆς τῶν πονηρῶν δαιμόνων ἀσθενείας;

    ὅτε δὲ τοῦτο μὴ ἔπραττον, συνήργουν δ᾿ ἔμπαλιν τοῖς πονηροῖς αὐτοὶ, διὰ τῶν χρησμῶν τὰς προδηλωθείσας ἀνιέντες ἀνθρωποθυ-

    v.1.p.197
    σίας, χαίροντές τε αἰσχρορρημοσύναις ἀπάσαις καὶ ταῖς τούτων ἀκολούθοις πράξεσιν, ἔργῳ, φασὶ, δῆλον ὡς οὐδέν τι καὶ αὐτοὶ φαύλων δαιμόνων τὴν φύσιν διήλλαττον, μᾶλλον δὲ μιᾶς καὶ τῆς αὐτῆς ὑπῆρχον προαιρέσεως καὶ γνώμης· καὶ ἔτι μᾶλλον εἰπεῖν ὡς οὐδὲ ὅλως θεός τις ἢν, οὐδέ τις ἀγαθὸς δαίμων, ὁ πάλαι πρὸς τῶν ἐθνῶν ἁπάντων κατὰ πό- λεις τε καὶ χώρας προσκυνούμενος.

    πῶς γὰρ ἂν γένοιτό ποτε τῷ ἀγαθῷ τὸ φαῦλον φίλον, εἰ μὴ καὶ φωτὸς καὶ σκότους κρᾶσιν δύνασθαι μίαν φαίη τις ἄν γενέσθαι; πόσῳ δὲ κρείττων ὁ παρ’ ἀνθρώποις λογισμὸς τῶν νενομισμένων θεῶν, μηδὲ φαύλοις δαί- μοσι χρῆναι θύειν παρακελευόμενος ; λέγει δ’ οὖν ὁ πρόσθεν εἰρημένος συγγραφεὺς, ἐν οἷς ἔφησε μὴ δεῖν ζῳοθυτεῖν, ὅτι μηδὲ φαύλοις δαίμοσι θυτέον, τοῦτον ’τον τρόπον

    " Διὸ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβη- θήσεται τοιαύταις χρῆσθαι θυσίαις, δι’ ὧν ἐπισπά- σεται πρὸς ἑαυτὸν τοὺς τοιούτους, σπουδάσει δὲ καθαίρειν τὴν ψυχὴν παντοίως · καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται , διὰ τὸ αὐτοῖς ἀνόμοιον. εἰ δὲ ταῖς πόλεσιν ἀναγκαῖον καὶ τούτου ’ς ἀπομειλίττεσθαι, οὐδὲν πρὸς ἡμὰς · ταύταις γὰρ καὶ πλοῦτος καὶ τὰ ἐκτὸς καὶ τὰ σωματικὰ ἀγαθὰ εἶναι νενόμισται, καὶ τὰ ἐναντία, κακὰ, ὀλιγοστὸν δὲ ἐν αὐταῖς τὸ τῆς ψυχῆς ἐπιμελούμενον."

    Τούτοις ἑξῆς ἐπάγει λέγων

    "'Ημεῖς δὲ κατὰ δύναμιν οὐ δεησόμεθα ὧν οὗτοι παρέχουσιν, ἀλλ’ ἔκ τε ψυχῆς ἔκ τε τόν ἐκτὸς πάσαν σπουδὴν ποιούμεθα θεῷ μὲν καὶ τοῖς ἀμφ’ [*](17 Διὸ συνετὸς — ] Porphyr. De abstin. 2, 43 et 52.)

    v.1.p.198
    αὐτὸν ὁμοιοῦσθαι , ( ὃ γίνεται δι’ ἀπαθείας καὶ τῆς περὶ τῶν ὄντως ὄντων διηρθρωμένης διαλήψεως καὶ πρὸς αὐτὰ καὶ κατ’ αὐτὰ ζωῆς,) πονηροῖς δὲ ἀνθρώ- ποις καὶ δαίμοσι καὶ ὅλως παντὶ τῷ χαίροντι τῷ θνητῷ τε καὶ ὑλικῷ ἀνομοιοῦσθαι.

    “Ὂν δὲ ἡμεῖς ὑπογράφομεν φιλόσοφον στάμενον τῶν ἐκτὸς, εἰκότως φαμὲν μὴ ἐνοχλήσειν δαίμοσι, μηδὲ μάντεων δεήσεσθαι, μηδὲ σπλάγχνων ζῴων. ὣν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος μεμελέτηκεν ἀφίστασθαι. οὔτε γὰρ εἰς γάμον καθίησιν, ἔνα περὶ γάμου τὸν μάντιν ἐνοχλήσῃ· οὐκ εἰς ἐμπο- ρίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ κλοπῆς καὶ τῆς ἄλ- λης παρὰ ἀνθρώποις δοξοκοπίας. περὶ ὧν δὲ ζητεῖ, μάντις μὲν οὐδεὶς, οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφές· αὐτὸς δὲ δι’ ἑαυτοῦ, ὡς λέγομεν , προσιὼν τῷ θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγχνοις ἵδρυται, περὶ τοῦ αἰωνίου βίου λήψεται τὰς ὑποθήκας, ὅλος ἐκεῖ συρρευσας.

    Σαφέστατα δὴ διὰ τούτων ὁ λόγος ἐξέφηνεν τίνων ἡγεῖσθαι χρὴ τὰ μαντεῖα καὶ τὰς διὰ θυτικῆς ἐρωτήσεις, τάς τε παρὰ τοῖς πολλοῖς θαυμαζομένας περὶ τῶν ἀδήλων προγνώσεις. ταῦτα γὰρ πάντα δο- ξοκοπίας ὀνομάσας ὡς ἂν ὑπὸ δαιμόνων πονηρῶν ἐνεργούμενα ἀποβάλλει.

    τὸν γοῦν περὶ φαύλων δαιμόνων διεξιὼν λόγον , καὶ φάσκων τὸν συνετὸν ἄνδρα καὶ σώφρονα μή ποτε τούτοις ἑαυτὸν ἐπιδοῦναι, μηδ’ ἐπισπάσασθαι εἰς ἑαυτὸν διὰ τῶν θυσιῶν τοὺς τοιούτους, ἑξῆς ἐπισυνάπτει λέγων τὸν φιλόσοφον μηδὲ μαντείων δεήσεσθαι, μηδὲ σπλάγχνων ζῴων, καὶ τῶν παραπλησίων , ὡς ἂν τῆς δαιμονικῆς ὄντων κακοτεχνίας.

    εἰ δὴ οὖν κατὰ ταῦτα εὐλα- βητέον τῷ συνετῷ καὶ σώφρονι τοιαύταις χρῆσθαι

    v.1.p.199
    θυσίαις, δι’ ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς δαί- μονας—αὗται δ’ ἦσαν αἱ δι’ αἱμάτων ἐκχύσεως καὶ δι’ ἀλόγων ζῴων σφαγῆς — οὐδεὶς ἂν ἐνδίκως ῥηθείη σώφρων καὶ συνετὸς τῶν πάλαι ζῳοθυτούντων τοῖς δαίμοσι, καὶ πολὺ μᾶλλον τῶν ἀνθρωποθυτούντων.

    ἥλω δὲ τὰ πανταχοῦ πάντα σχεδὸν εἰπεῖν ἔθνη, πρόσθεν ἢ τὸν ἡμέτερον σωτῆρα εἰς ἀνθρώπους ἀναδειχθῆναι, τοὺς φαύλους ἱλεούμενα δαίμονας ταῖς κατὰ πάντα τόπον ἐπιτελουμέναις ἀνθρωποθυσίαις. οὐδεὶς ἄρα τούτων συνετὸς ἦν καὶ σώφρων.

    ὁ μὲν οὖν κοινὸς καὶ ἀνθρώπινος λογισμὸς ἑπόμενος ὀρθῷ λόγῳ παντὶ τῷ συνετῷ καὶ σώφρονι διαρρήδην προκηρύττει μὴ χρῆσθαι θυσίαις ἐπὶ θεραπείᾳ τῶν πονηρῶν δαιμόνων, σπουδάζειν δὲ καθαίρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι, διὰ τὸ αὐτοῖς ἀνόμοιον·

    ὁ δὲ θεὸς αὐτοῖς ὁ Ἀπόλλων , ( πάλιν γὰρ ἀνθρώποις τοῦτον παραβλητέον, καὶ δεικτέον ὅσον τοῦ ὀρθοῦ λείπεται λογισμοῦ,) προστάττει τῷ πονηρῷ δαίμονι θύειν, οὐκ ἄλλως ἢ δηλαδὴ φίλος ὢν αὐτῷ · κακῷ δὲ τὸ ὅμοιον φίλον. τούτου δὲ μάρτυς ὁ καὶ πρόσθεν ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας’’ ὧδε ἱστορῶν πρὸς λέξιν.

    “ Σπεύδοντος γοῦν τοῦ προφήτου αὐτοπτῆσαι τὸ θεῖον καὶ ἐπειγομένου ὁ Ἀπόλλων ἀδύνατον ἔφη τὸ τοιοῦτον πρὶν λύτρα τῷ πονηρῷ δαίμονι δοῦναι. λέγει δὲ οὕτως

  • λύτρα δίδου γαίης πατρίης οἰκήτορι σεμνῷ,
  • πρῶτα χοὰς, μετέπειτα πυρὴν ἠδ’ αἷμα κελαινὸν
  • οἴνου παμμέλανός τ’ ὀίων θ’ ἅμα λευκὰ ῥέεθρα.
  • καὶ σαφέστερον εἶπε περὶ τῶν αὐτῶν
  • οἶνον καὶ γάλα βάλλε καὶ ὕδατος ἀγλαὸν εἶδος,
  • v.1.p.200
  • καὶ ξύλα καρπὸν ἔχοντα διογνήτων ἀκυλάων·
  • σπλάγχνα δὲ κατθέμενος λιπαροῖς ἅμα νάμασι σπένδε.
  • μετὰ ποίας δὲ εὐχῆς ἐρωτηθεὶς ἤρξατο μὲν, οὐ μὴν ἐπλήρωσεν, οὕτως εἰπὼν
  • δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχὼς,
  • ἠερίων ὑπένερθε μυχῶν χθονίων τ’ ἐγύπερθεν.”