Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τούς γέ τοι τῶν χρησμῶν ὑπηρέτας ἀληθεῖ λόγῳ φάσκειν δαίμονας εἶναι φαύλους, ἐπ’

v.1.p.153
ἀνθρώπων ἀπάτῃ τὰ ἀμφότερα παίζοντας, καὶ τοτὲ μὲν συντιθεμένους ταῖς μυθικωτέραις περὶ αὐτῶν ὑπολήψεσιν ἐπὶ τῇ πανδήμῳ πλάνῃ, τοτὲ δὲ τὰ τῆς φιλοσόφου γοητείας ἐπικυροῦντας ἐπὶ τῇ καὶ τούτων ἐπιτριβῇ καὶ φυσιώσει· ὥστε πανταχόθεν ἁλίσκεσθαι μηδὲν αὐτοὺς ἀληθεύειν.

Τοσούτων ἡμῖν εἰρημένων καιρὸς ἤδη μεταβάντας τὸ τρίτον εἶδος ἐπελθεῖν τῆς Ἑλλήνων θεολογίας, ὃ δή φασιν εἶναι πολιτικόν τε καὶ νόμιμον. μάλιστα γὰρ ἱκανὸν τοῦτο πρὸς ἔκπληξιν τῶν πολλῶν εἶναι νενόμισται, διά τε τὰ θρυλούμενα μαντεῖα καὶ τὰς διὰ χρησμῶν ἀκέσεις τε καὶ θεραπείας τῶν πεπονθότων σωμάτων, τάς τε κατά τινων ἐπισκήψεις.

ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν φάσκοντες εὖ μάλα πεπείκασιν ἑαυτοὺς μὲν εὐσεβοῦντας εἰς τοὺς θεοὺς δίκαια πράττειν, ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν, τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις μὴ ταῖς προσηκούσαις θεραπείαις τιμῶντας. καὶ πρὸς ταῦτ᾿ οὖν ἑτέραν λόγου ἀρχὴν ἀναλαβόντες ὑπαντησωμεν.

Τὸ τρίτον εἶδος τῆς πολυθέου πλάνης, ἀφ᾿ ἧς δυνάμει καὶ εὐεργεσίᾳ τοῦ λυτρωτοῦ καὶ σωτῆρος ἡμῶν ἠλευθερώθημεν, ἐν τῷ τετάρτῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Προπαρασκευῆς καιρὸς ἀπελέγξαι καλεῖ.

ἐπειδὴ γὰρ τὸ πᾶν τῆς θεολογίας αὐτῶν εἶδος εἰς τρία γενικώτερον διαιροῦσιν, εἴς τε τὸ μυθικὸν ὑπὸ τῶν ποιητῶν τετραγῳδημένον, καὶ εἰς τὸ φυσικὸν τὸ δὴ πρὸς τῶν φιλοσόφων ἐφευρη-

v.1.p.154
μένον, εἰς τε τὸ πρὸς τῶν νόμων διεκδικούμενον ἐν ἑκάστῃ πόλει καὶ χώρᾳ πεφυλαγμένον , ταύτων δὲ μέρη δύο ἤδη πρότερον διὰ τῶν πρὸ τούτου συγ- γραμμάτων ἡμῖν ἐξήπλωται, τό τε ἱστορικὸν, ὃ δὴ μυθικὸν ἀποκαλοῦσι, καὶ τὸ ἐπαναβεβηκὸς τοὺς μύ θους, ὃ δὴ φυσικὸν ἢ θεωρητικὸν ἢ ὅπη ἄλλῃ χαί- ρουσι προσαγορεύοντες , καιρὸς ἂν εἴη τὸ τρίτον ἐπὶ τοῦ παρόντος διελθεῖν. τοῦτο δέ ἐστι τὸ κατὰ πόλεις καὶ χώρας συνεστὼς , πολιτικὸν αὐτοῖς προσαγορευόμενον· ὃ καὶ μάλιστα πρὸς τῶν νόμων διεκδικεῖται, ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πάτριον καὶ τῆς τῶν θεολο- γουμένων δυνάμεως αὐτόθεν τὴν ἀρετὴν ὑποφαῖνον.

διατεθρύληται γοῦν αὐτοῖς μαντεῖα καὶ χρησμοὶ, θεραπεῖαί τε καὶ ἀκέσεις παντοίων παθῶν, ἐπισκήψεις τε κατὰ ἀσεβῶν · ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν ράσκοντες εὖ μάλα πεπείκασιν ἑαυτοὺς τὰ θεῖα τιμῶντας δίκαια πράττειν , ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν, τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις ἐν οὐ- δενὶ λόγῳ τιθεμένους, ἄντικρυς δὲ παρανομοῦντας, δέον σέβειν ἕκαστον τὰ πάτρια, μηδὲ κινεῖν τὰ ἀκίνητα, στοιχεῖν δὲ καὶ ἐφέπεσθαι τῇ τῶν προπατόρων εὐσεβείᾳ, μηδὲ πολυπραγμονεῖν ἔρωτι καινοτομίας. ταύτῃ γοῦν φασιν ἐπαξίως καὶ θάνατον ὑπὸ τῶν νόμων ὡρίσθαι τοῖς πλημμελοῦσι τὴν ζημίαν.

τὸ μὲν οὖν πρῶτον ἱστορικόν τε ὂν καὶ μυθικὸν τῆς θεολογίας εἶδος ὅπη τις βούλεται ποιητῶν τιθέσθω, ὥσπερ οὖν καὶ φιλοσόφων τὸ δεύτερον, διὰ τῆς τῶν μύθων φυσικωτέρας ἀλληγορίας ἀπηγγελμένον · τὸ δὲ τρίτον, ὃ καὶ πρὸς τῶν ἀρχόντων ὡς ἂν παλαιὸν ὁμοῦ καὶ πολιτικὸν τιμητέον τε καὶ φυλακτέον εἶναι νενομοθέτηται, μήτε τις ποιητῶν, φασὶ, μήτε φιλοσόφων κινείτω, τοῖς δ’ ἐκ παλαιοῦ κρατήσασι θεσμοῖς ἴν τε

v.1.p.155
ἀγροῖς καὶ πόλεσι μενέτω πᾶς στοιχῶν, νόμοις πατρίοις πειθόμενος.

πρὸς δὴ οὖν ταῦτα καιρὸς ἀποδοῦναι τὸν παρ᾿ ἡμῖν λόγον, ἀπολογισμόν τε ὑποσχεῖν τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς πραγ- ματείας ἀντικηρυττούσης τοῖς εἰρημένοις, καὶ τοῖς τῶν ἐθνῶν ἁπάντων νόμοις ἀντινομοθετούσης.

Ὅτι μὲν οὖν οὐ θεοὶ τὰ ἄψυχα ξόανα προφανὲς καὶ αὐτοῖς, ὅτι δ᾿ οὐδὲ τὰ τῆς μυθικῆς αὐτῶν θεολογίας φέρει τινὰ σεμνὸν καὶ θεοπρεπῆ λόγον ἐν τῷ πρώτῳ δέδεικται συγγράμματι, ὥσπερ οὖν καὶ ἐν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ ὅτι μηδὲ τὰ τῆς φυσικωτέρας καὶ φιλοσόφου τῶν μύθων ἑρμηνείας ἀβία- στον αὐτοῖς περιέχει τὴν ἐξήγησιν.

τὸ δὴ τρίτον φέρε σκεψώμεθα, τί ποτε χρὴ νομίζειν τὰς ἐν τοῖς ξοάνοις ἐμφωλευούσας δυνάμεις, πότερα τὸν τρόπον ἀστείας καὶ ἀγαθὰς καὶ ὡς ἀληθῶς θείας, ἢ τούτων ἁπάντων τὰ ἐναντία.