Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
ἔστω γὰρ ὁ Ζεὺς μηκέθ’ ἡ πυρώδης καὶ αἰθέριος οὐσία , ὥσπερ οὖν τοῖς παλαιοῖς ἐνομίζετο κατὰ τὸν Πλούταρχον, ἀλλ’ αὐτὸς ὁ ἀνωτάτω νοῦς , ὁ τῶν ὅλων δημιουργὸς , ὁ τὰ πάντα ζωογονῶν· πῶς οὖν ἔσται τούτου πατὴρ μὲν ὁ Κρόνος, ὅν φασιν εἶναι τὸν χρόνον , Ῥέα δὲ μήτηρ, ἣν ὁ ἑρμηνεὺς ἔφησεν εἶναι τὴν πετρώδη καὶ ὄρειον δύναμιν ; τὴν γὰρ Ἥραν οὐκ οἶδ’ ὅπως τὸν ἀέρα τὸν καὶ αἰθέρα προσειπὼν ἀδελφὴν ὁμοῦ καὶ γυναῖκά φησιν εἶναι τοῦ κοσμοποιοῦ καὶ ζωοποιοῦ πάντων νοῦ.
ἀλλὰ καὶ ἡ Λητὼ πάλιν λήθω τις καλείσθω, διὰ τὴν κατὰ τὸν ὕπνον , ὥς φασιν, ἀναισθησίαν, καὶ ὅτι λήθη ξυνομαρτεῖ ταῖς ὑπὸ σελήνην γενομέναις ψυχαῖς. πῶς ἂν οὖν ἡ λήθη γένοιτ’ ἂν ἡλίου καὶ σελήνης μήτηρ, Ἀπόλλωνος καὶ Ἀρτέμιδος τῶν Λητοῦς παίδων εἰς ἥλιον καὶ σελήνην μετενηνεγμένων;
τί δὲ χρὴ σέβειν ὡς θεὸν τὴν Ῥέαν ἢ τὴν Δήμητρα, εἰ ἡ μὲν τῆς πετρώδους καὶ ὀρείου γῆς, ἡ δὲ τῆς πεδιάδος τὰ σύμβολα φέρειν ἐλέγετο; τὴν δὲ Κόρην τὸν κόρον ἀλληγοροῦντες τίνι λόγῳ καὶ ταύτην οἴονται δεῖν τῇ σεβασμίῳ προσηγορίᾳ τιμᾶν ;
τί δὲ μᾶλλον τὴν σπερματοῦχον δύναμιν, καὶ τὴν τῶν ἀκροδρύων γένεσιν, ἢ τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθέων καὶ πρὶν τελεσιγονῆσαι διαρρεόντων, ἢ τῆς τῶν τελείων καρπῶν ἐκτομῆς τὰ σύμβολα, Διόνυσον καὶ Ἄττιν καὶ Ἄδωνινκ ἐπονομάζοντας, ὡς θεοὺς χρῆναι σέβειν, οὐχὶ δὲ τούτων ἁπάντων τὸ ἀνθρώπειον γένος προτιμᾶν, ᾧ ταῦτα πρὸς χρῆσιν καὶ τροφὴν ὁ τῶν ὅλων δημιουργὸς θεὸς ὑπεστήσατο ;
Μεταβὰς δὲ ἐκ τούτων καὶ τὰ λοιπὰ κατὰ