Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἀλλ᾿ ὅ γε ἡλίῳ ἀνακείμενος ἐν Ἡλίου πό- λει, καλούμενος Μνεῦις, βοῶν ἐστι μέγιστος, σφόδρα μέλας, μάλιστα ὅτι καὶ ὁ ἥλιος ὁ πολὺς μελαίνει τὰ ἀνθρώπεια σώματα. ἔχει δὲ τὴν οὐρὰν παρὰ τοὺς ἄλλους βοῦς καὶ τὸ πᾶν σῶμα ἀνάτριχον, καθάπερ ὁ ἥλιος τὸν ἐναντίον τῷ πόλῳ ποιεῖται δρόμον· τούς τε ὄρχεις μεγίστους, ἐπειδήπερ ὁ περὶ τὰ ἀφροδίσια ἵμερος γίνεται ὑπὸ θερμότητος, ὅ τε ἥλιος σπερμαίνειν λέγεται τὴν φύσιν.

σελήνῃ δὲ ταῦρον ἀνέθεσαν, ὃν Ἆπιν ἐπονομάζουσι, μέλανα μὲν καὶ αὐτὸν ὑπὲρ τοὺς ἄλλους, φέροντα δὲ σημεῖα ἡλίου καὶ σε-

v.1.p.142
λήνης, ὅτι καὶ τῆς σελήνης τὸ φῶς ἐξ ἡλίου· ἡλίου δὲ σημεῖον τὸ μέλαν τοῦ σώματος καὶ ὁ ὑπὸ τὴν γλῶτταν κάνθαρος · σελήνης δὲ σύμβολον τό τε διχότομον καὶ ἀμφίκυρτον.”

Ταῦτά μοι ἐκ τῆς τοῦ προειρημένου ἀνδρὸς γραφῆς ἐπιτετμήσθω, ὡς ἂν μηδὲν ἡμᾶς λάθῃ τῶν ἀπορρήτων τῆς Ἑλληνικῆς ὁμοῦ καὶ Αἰγυπτιακῆς θεολογίας, ἧς ἀποστάτας ἑαυτοὺς καὶ φυγάδας ὁμολογοῦμεν, κρίσει καὶ λογισμῷ σώφρονι καὶ τάδε παραιτησάμενοι.

οὐ γάρ με ἡ ἀλαζὼν ἐκπλήξει φωνὴ ,

  • φθέγξομαι οἷς θέμις ἐστὶ, θύρας δ’ ἐπίθεσθε βέβηλοι,
  • φήσασα. βέβηλοι γοῦν οὐχ ἡμεῖς, ἀλλ’ οἵ γε τὰς τοιάσδε αἰσχρὰς καὶ ἀπρεπεῖς μυθολογίας κανθάρων πέρι καὶ θηρίων ἀλόγων σοφίας θεολόγου νοήματα εἶναι ἀποφηνάμενοι, οἱ, κατὰ τὸν θαυμάσιον ἀπόστολον, φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν · ὅτι δὴ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.”

    ἀλλ’ ἐπεὶ πάντα τὸν περὶ τούτων ἀπόρρητον δὴ καὶ μυστικώτερον λόγον εἰς ἀσωμάτους δυνάμεις μεταφορικῶς ἀνῆγον, ὥστε δοκεῖν μηκέτ’ ἐπὶ τὰ ὁρώμενα μέρη τοῦ κόσμου τὴν θεοποιίαν αὐτῶν συντείνειν, ἀλλ’ ἐπί τινας ἀοράτους καὶ ἀσωμάτους δυνάμεις , σκεψώμεθα εἰ μὴ καὶ οὕτως μίαν χρὴ τὴν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ’ οὐ πολλὰς ἡγεῖσθαι.