Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πῶς οὖν ὁ ἐπὶ πάντων θεὸς καὶ νοῦς ὁ

v.1.p.129
τῶν ὅλων δημιουργὸς εἴη ἂν ὁ αὐτὸς ὁ ἐν τῷ καλκῷ ἢ τῷ νεκρῷ ἐλέφαντι Ζεύς; ὁ δὲ δὴ τῶν ὅλων δημιουργικος νοῦς πως ποτε αὐτὸς ἢν ἄρα ἐκεῖνος ὁ Ζεὺς 5 ὁ τοῦ ἐξ Ἀλκμήνης Ἡρακλέους πατὴρ καὶ τῶν λοιπῶν ἐκ Δῖός μυθευομένων ἀνδρῶν, οἱ τὸν θνητὸν βίον κοινῶς ἅπασιν ἀνθρώποις καταστρέψαντες τῆς οἰκείας φύσεως ἀνεξάλειπτα τοῖς μετ’ αὐτοὺς μνημεῖα καταλελοίπασι;

Φοινίκων μὲν οὑν οἶ πρῶτοι θεόλογοι, ὡς ἐν τῷ πρώτῳ συγγράμματι παρεστήσαμεν, τὸν Δία παῖδα Κρόνου θνητὸν ἀπὸ θνητοῦ γενόμενον , ἄνδρα Φοίνικα τὸ γένος , ἀπεμηνμόνευον, Αἰγύπτιοι δὲ ἐξοικειούμενοι τὸν ἄνδρα θνητὸν πάλιν αὐτὸν ὡμολόγουν, κατὰ τοῦτό γε Φοινιξιν ὁμοφωνοῦντες.

ἀλλὰ καὶ Κρῆτες τάφον τοῦ Δῖός παρ’ ἑαυτοῖς δεικνύντες τρίτοι ἂν εἶεν τοῦ αὐτοῦ μάρτυρες· καὶ Ἀτλάντειοι δὲ καὶ πάντες οἱ πρὸ τούτου δεδηλωμένοι κατ’ οἰκείαν ἱστορίαν ἐξοικειούμενοι τὸν Δία πάντες ὁμοῦ θνητὸν ἀπεφήναντο, πράξεις αὐτοῦ θνητὰς καὶ ἀνθρωπείους, ἀλλ’ οὐ σεμνάς τινας οὐδὲ φιλοσόφους , αἰσχρουργίας δὲ ἁπάσης καὶ ἀκολασίας ἔμπλεως ἀναγράψαντες.

τοῖς δὲ ἐπὶ τὸ σεμνότερον τοὺς μύθους τρέπειν ἐπηγγελμένοις τοτὲ μὲν ὁ Ζεὺς θερμή τις ἦν καὶ πυρώδης δύναμις, τοτὲ δὲ τὸ πνεῦμα· νῦν δ’ οὐκ οἶδ’ ὅπως αὐτοῖς ὁ τῶν ὅλων δημιουργὸς νοῦς ἀναπέφανται.

πευστέον τοιγαροῦν τίνα ἂν εἴποιεν τὸν τούτου πατέρα καὶ τοῦ πατρὸς τὸν προπάτορα· ἐπεὶ κατὰ πάντας τοὺς θεολόγους Ζεὺς Κρόνου παῖς ὁμολογεῖται, καὶ τά γε προκείμενα τοὐ Ὀρφέως ἔπη ‟ ὑπερ- μένεος Κρονίωνος” ἐμνημόνευσε, Κρόνος δὲ Οὐρανοῦ.