Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὧς δ᾿ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δ᾿ ὁ δρῶν ταῦτα ὁ θεὸς, οὐκ ἐατέον λέγειν τὸν ποιητὴν, ἀλλ᾿ εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι κακοὶ, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον· κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίνεσθαι, ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ.

ἀλλὰ καὶ περὶ τοῦ μὴ ἀλλοι0ῦσθαι τὸν θεὸν ἡ παρ᾿ ῾Εβραί-

v.2.p.174
ὄις προφητεία ὧδέ πη ἐκ προσώπου τοῦ θεοῦ διδάσκει λέγουσα “ διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι.” καὶ ἐν ταῖς θεολογίαις δὲ ὁ Δαβὶδ ἀναφωνεῖ λέγων “ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς , καὶ ἀλλαγήσονται· σὺ δέο αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.”

εἰ δέ πη τὸν τοῦ θεοῦ λόγον εἰσάγουσιν ἐν εἴδει καὶ σχήματι ἀνθρωπείῳ παραφαινόμενον, λεκτέον ὡς οὐ κατὰ τοὺς Ἑλλήνων μύθους ὁμοίως Πρωτεῖ καὶ Θέτιδι καὶ Ἥρᾳ, οὐδ’ ὡς οἶ θεοὶ οἶ περιερχόμενοι νύκτωρ πολλοῖς ζῴοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, καὶ τὸν τοῦ θεοῦ λόγον ἀνθρώποις πεφηνότα εἰσάγουσιν οἱ Ἑβραίων λόγοι, ἀλλ’ ὡς αὐτὸς ὁ Πλάτων’ δεῖν ποτέ φησιν ἐπὶ φίλων εὐεργεσίᾳ, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γενέσθαι τὴν τοῦ θεοῦ εἰς ἀνθρώπους πάροδον.

ἐπεὶ οὑν τῶν ἐπὶ γῆς ζῴων οὐδὲν ἢν θεοφιλέστερον γένος ἀνθρώπου , συγγενές τε καὶ οἰκεῖον τῷ τοῦ θεοῦ λόγῳ , παρ’ οὗ καὶ λογικὸς τὴν τῆς ψυχῆς φύσιν ἀπείργαστο, εἰκότως , οἷα φίλου ζῴου κηδόμενον, τὸν ἐπουράνιον λόγον ἥκειν ἐπὶ θεραπείᾳ φασὶ παντὸς τοὐ γένους, νόσον καὶ μανίαν ἔκτοπον ὑπομείναντος , ὡς μήτε τὸν πατέρα γινώσκειν θεὸν, μήτε τὴν οἰκείαν τῆς νοερᾶς φύσεως οὐσίαν, μήτ’ αὐ θεοῦ πρόνοιαν, σώτειραν τῶν ὅλων, εἰς ἀλόγου δὲ ζῴου σχεδὸν ὅσον παρατροπὴν ἥκοντος.

διὸ δὴ τὸν σωτῆρα καὶ ἰατρὸν ἐπιστῆναι λέγουσιν, οὐ μὲν δὴ τῆς οἰκείας ἐκστάντα φύσεως, οὐδέ γε ψευσάμενον τοὺς ὁρῶντας, ἄμφω δὲ ἀληθῆ φυλάξαντα, τό τε ἀρανὲς καὶ τὸ ὁρώμενον. πῆ μὲν γὰρ ἀληθὴς ἄνθρωπος ἑωρᾶτο, πῆ δὲ θεοῦ λόγος ἦν ἀληθὴς, οὐ γοητεύων,

v.2.p.175
οὐδὲ τοὺς θεωμένους ἐξαπατῶν, ἐπειδὴ τὸ θεῖον ἀψευδὲς καλῶς ἔχειν ἐδόκει καὶ Πλάτωνι.

κομιδῇ ἄρα ὁ θεὸς λόγος ἁπλοῦς ὢν καὶ ἀληθὴς ἔν τε ἔργῳ καὶ λόγῳ, οὔτε αὐτὸς μεθίστατο , οὕτε ἄλλους ἐξηπάτα . οὔτε κατὰ φαντασίας , οὔτε κατὰ λόγους, οὔτε κατὰ σημείων πομπὰς, οὔθ'] οὐδ’ ὄναρ. πάντα γὰρ ὅσα τοιαῦτα, οἶα λογικῶν ψυχῶν ἰατρὸς, σωτηρίας ἕνεκα τοῦ παντὸς ἀνθρώπων γένους ἀληθῶς, ἀλλ’ οὐ δοκήσει δι’ οὗ ἀνείληφεν ἀνθρώπου διεπραγματεύσατο, τὴν πρὸς τὸν αὑτοῦ πατέρα φιλίαν τε καὶ ὑποστροφὴν διὰ τῆς κατηγγελμένης ὑπ’ αὐτοῦ θεογνωσίας τε καὶ ἀληθοῦς εὐσεβείας πᾶσιν ἡμῖν δωρού- μένος.

καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα· τοῖς δὲ ἄλλως λέγουσι χαλεπανοῦμέν τε καὶ χορὸν οὐ δώσομεν, οὐδέ γε τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἶ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίνεσθαι , ὡς καὶ τῷ φιλοσόφῳ ἄριστα ἔχειν ἐδόκει.

“ Αὐτοὶ γὰρ οἱ ἄνθρωποι τυγχάνουσι νομίζοντες τὸν Δία τῶν θεῶν ἄριστον καὶ δικαιότατον, καὶ τοῦτον ὁμολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι, ὅτι τοὺς υἱεῖς κατέπινεν οὐκ ἐν δίκῃ, καὶ ἐκεῖνόν γε αὖ τὸν αὑτοῦ πατέρα ἐκτεμεῖν δι’ ἕτερα τοιαῦτα· ἐμοὶ δὲ χαλεπαίνουσιν ὅτι τῷπατρὶ ἐπεξέρχομαι ἀδικοῦντι, καὶ οὕτως αὐτοὶ αὑτοῖς τὰ ἐναντία λέγουσι περί τε τῶν θεῶν καὶ περὶ ἐμοῦ.

Ἄρα γε, ὦ Εὐθύφρον , τοῦτ’ ἐστὶν οὗ ἕνεκα τὴν γραφὴν φεύγω ὅτι τὰ τοιαῦτα ἐπειδάν τις περὶ τῶν θεῶν λέγῃ , δυσχερῶς πως ἀποδέχομαι δι’ ἃ δὴ, ὡς ἔοικε, φήσει τίς με ἐξαμαρτάνειν. νῦν οὖν εἰ καὶ σοὶ ταῦτα συνδοκεῖ τῷ εὖ εἰδότι περὶ τῶν τοιούτων, [*](19 Αὐτοὶ γὰρ — ] Plato Eutypli. p. 5 extr.)

v.2.p.176
ἀνάγκη δὴ, ὡς ἔοικε, καὶ ἡμῖν συγχωρεῖν. τί γὰρ καὶ φήσομεν, οἵ γε [καὶ]αὐτοὶ ὁμολογούμεν περὶ αὐτῶν μηδὲν εἰδέναι; ἀλλ;αμοι εἰπὲ πρὸς φιλίου, σὺ ὡς ἀληθῶς ἡγᾐ ταῦτα οὕτω γεγονέναι;

Καὶ ἔτι τούτων θαυμασιώτερα, ὧ Σώκρατες, ἃ οἱ πολλοὶ οὐκ ἴσασι.

Καὶ πόλεμον ἄρα ἡγῇ [σὺ εἰναι] τῷ ὄντι ἐν τοῖς θεοῖς πρὸς ἀλλήλους, καὶ ἔχθρας γε δεινὰς καὶ μάχας καὶ ἄλλα τοιαῦτα πολλὰ, οἷα λέγεταί τε ὑπὸ τῶν ποιητῶν, καὶ ὑπὸ τῶν ἀγαθῶν γραφέων τά τε ἄλλα ἱερὰ ἡμῖν καταπεποίκιλται καὶ δὴ καὶ τοῖς μεγάλοις Παναθηναίοις ὁ πέπλος μεστὸς τῶν τοιούτων ποικιλμάτων ἀνάγεται εἰς τὴν ἀκρότπολιν. ταῦτα ἀληθῆ εἶναι φῶμεν, ὦ Εὐθύφρον;

Μὴ μόνα γε, ὦ Σώκρατες, ἀλλ᾿ ὅπερ ἄρτι εἶπον, καὶ ἄλλα σοι ἐγὼ πολλὰ, ἐάν περ βούλῃ, περὶ τῶν θεῶν διηγήσομαι, ἃ σὺ ἀκούων εὖ οἶδ᾿ ὅτι ἐκπλαγήσῃ.”

Ταῦτα ὁ Πλάτων ἐν τῷ Εὐθύφρονι. διασαφεῖ δὲ τὴν διάνοιαν ὁ Νουμήνιος ἐν τῷ περὶ τῶν παρὰ Πλάτωνι ἀπορρήτων ὧδέ πη λέγων

“Εἰ μὲν γράφειν ὑποτεινάμενος ὁ Πλάτων περὶ τῆς θεολογίας τῆς τῶν Ἀθηναίων εἶτα ἐδυσχέραινεν αὐτῇ καὶ κατηγόρει ἐχούσῃ στάσεις μὲν πρὸς ἀλλήλους, τέκνων δὲ τῶν μὲν μίξεις, τῶν δὲ ἐδωδὰς, τῶν δὲ ἀντὶ τούτων πατράσι τιμωρίας ἀδελφῶν τε ἀδελφοῖς ὑμνούσῃ, καὶ ἄλλα τοιαῦτα· εἴπερ ὁ Πλάτων ταυτὰ λαβὼν εἰς τὸ φανερὸν κατηγόρει παρασχεῖν ἄν δοκεῖ μοι τοῖς Ἀθηναίοις αἰτίαν πάλιν κακοῖς γενέσθαι ἀποκτείνασι καὶ αὐτὸν, ὥσπερ τὸν Σωκράτην. ἐπεὶ δὲ ζῆν μὲν οὐκ ἂν προείλετο μᾶλλον ἢ ἀληθεύειν, ἑώρα δὲ ζῆν τε καὶ ἀληθεύειν ἀσφαλῶς

v.2.p.177
δυνησόμενος , ἔθηκεν ἐν μὲν τῷ σχήματι τῶν Ἀθηναίων τὸν Εὐθύφρονα, ὄντα ἄνδρα ἀλαζόνα καὶ κοάλεμον καὶ εἴ τις ἄλλος θεολογεῖ κακῶς, αὐτὸν δὲ τὸν Σωκράτην ἐπ’ αὐτοῦ τε καὶ ἐν τῷ ἰδίῳ σχηματισμῇ ἐν ᾧπερ εἰωθότως ἤλεγχεν ἑκάστῳ προσο μίλων.”

“Ὠ φίλε Κρίτων , ἡ προθυμία σου πολλοῦ ἀξία, εἰ μετά τινος ὀρθότητος εἴη· εἰ δὲ μὴ, ὅσῳ μείζων, τοσούτῳ χαλεπωτέρα. σκοπεῖσθαι οὖν χρὴ ἡμᾶς, εἴτε ταῦτα πρακτέον εἴτε μὴ, ὡς ἐγὼ οὐ μόνον νῦν, ἀλλὰ καὶ ἀεὶ τοιοῦτος οἷος τῶν ἐμῶν μηδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνηται.

τοὺς δὲ λόγους οὓς ἐν τῷ ἔμπροσθεν ἔλεγον οὐ δύναμαι νῦν ἐκβάλλειν, ἐπειδή μοι ἥδε ἡ τύχη γέγονεν , ἀλλὰ σχεδόν τι ὅμοιοι φαίνονταί μοι, καὶ τοὺς αὐτοὺς πρεσβεύω καὶ τιμῶ οὕσπερ καὶ πρότερον · ὧν ἐὰν μὴ βελτίω ἔχωμεν λέγειν ἐν τῷ παρόντι, εὖ ἴσθι ὅτι οὐ μή σοι συγχωρήσω, οὐδ’ ἂν πλείω τῶν νῦν παρόντων ἡ τῶν πολλόν δύναμις ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται, δεσμούς τε καὶ θανάτους ἐπιπέμπουσα καὶ χρημάτων ἀφαιρέσεις.

πῶς οὖν ἂν μετριώτατα . σκοποίμεθα αὐτά ; εἰ πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβοιμεν, ὃν σὺ λέγεις, τὸν περὶ τῶν δοξῶν, πότερον καλῶς ἐλέγετο ἑκάστοτε ἢ οὒ, ὅτι ταῖς μὲν δεῖ τῶν δοξῶν προσέχειν τὸν νοῦν, ταῖς δὲ οὔ· ἢ πρὶν μέν με δεῖν ἀποθνήσκειν καλῶς ἐλέγετο, νῦν δὲ κατάδηλος ἄρα ἐγένετο ὅτι ἄλλως ἕνεκα λόγου ἐλέγετο, ἦν δὲ παιδιὰ καὶ φλυαρία ὡς ἀληθῶς.

ἐπιθυμῶ δ’ ἔγωγε ἐπισκέψασθαι, ὦ Κρίτων, κοινῇ μετὰ σοῦ, εἴ τί μοι ἀλλοιότε- [*](7 Ὦ φίλε — ] Plato Criton. p. 46 b.)

v.2.p.178
ρος φανεῖται, ἐπειδὴ ὧδ᾿ ἔχω, ἢ ὁ αὐτὸς, καὶ ἐάσομεν χαίρειν ἢ πεισόμεθα αὐτῷ. ἐλέγετο δέ πως , ὡς ἐγᾦμαι, ἑκάστοτε ὧδε ὑπὸ τῶν οἰομένων τι λέγειν ὥσπερ νῦν δὴ ἐγὼ ἔλεγον, ὅτι τῶν δοξῶν ἃς οἱ ἄνθωποι δοξάζουσι δέοι τὰς μὲν περὶ πολλοῦ ποιεῖσθαι, τὰς δὲ μή.

τοῦτο πρὸς θεῶν, ὦ Κρίτων, οὐ δοκεῖ καλῶς σοι λέγεσθαι; σὺ γὰρ, ὅσα γε τάνθρώπεια, ἐκτὸς εἶ τοῦ μέλλειν ἀποθνήσκειν αὔριον, καὶ οὐκ ἄν σε παρακρούοι ἡ παροῦσα συμφορά. σκόπει δή · οὐχ ἱκανῶς δοκεῖ σοι λέγεσθαι ὅτι οὐ πάσας χρὴ τὰς δόξας τὰς τῶν ἀνθρώπων τιμᾶν, ἀλλὰ τὰς μὲν, τὰς δ᾿ οὔ; οὐδὲ πάντων, ἀλλὰ τῶν μὲν, τῶν δ᾿ οὔ; τί φῄς; ταῦτα οὐχὶ καλῶς λέγεται;

Καλῶς.

Οὐκοῦν τὰς μὲν χρηστὰς τιμᾶν, τὰς δὲ πονηρὰς μή;

Ναί.

Χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων, πονηραὶ δὲ αἱ τῶν ἀφρόνων;

Πῶς δὲ οὔ;

Φέρε δὴ, πῶς αὖ τὰ τοιαῦτα ἐλέγετο; γυμναζόμενος ἀνὴρ καὶ τοῦτο πράττων πότερον παντὸς ἀνδρὸς ἐπαίνῳ καὶ ψόγῳ καὶ δόξῃ τὸν νοῦν προσέχει, ἢ ἑνὸς μόνου ἐκείνου ὃς ἂν τυγχάνῃ ἰατρὸς ἢ παιδοτρίβης ὤν;

῾Ενὸς μόνου.

Οὐκοῦν φοβεῖσθαι χρὴ τοὺς ψόγους καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους τοὺς τοῦ ἑνὸς ἐκείνου, ἀλλὰ μὴ τοὺς τῶν πολλῶν.

Δηλαδή.

Ταύτῃ. ἄρα αὐτῷ πρακτέον καὶ γυμναστέον, καὶ

v.2.p.179
ἐδεστέον γε καὶ ποτέον, ᾗ ἂν τῷ ἐνὶ δοκῇ τῷ ἐπιστάτῃ καὶ ἐπαί·οντι μᾶλλον ἢ ξύμπασι τοῖς ἄλλοις.

Ἒστι ταῦτα.

Εἷεν. ἀπειθήσας δὲ τῷ ἐνὶ καὶ ἀτιμάσας αὐτοῦ τὴν δόξαν καὶ τοὺς ἐπαίνους, τιμήσας δὲ τοὺς τῶν πολλόν καὶ μηδὲν ἐπαιόντων ἆρα οὐδὲν κακὸν πείσεται ;

Πῶς γὰρ οὔ ;

Τί δ’ ἐστὶ τὸ κακὸν τοῦτο ; καὶ ποῖ τείνει , καὶ εἰς τί τῶν τοῦ ἀπειθοῦντος ;

Δηλονότι εἰς τὸ σῶμα · τοῦτο γὰρ διόλλυσι.

Καλῶς λέγεις. οὐκοῦν καὶ τὰ ἄλλα, ὠ Κρίτων, οὕτως, ἵνα μὴ πάντα διίωμεν. καὶ δὴ καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ αἰσχρῶν καὶ καλῶν καὶ ἀγαθῶν καὶ κακῶν, περὶ ὧν νῦν ἡ βουλὴ ἡμῖν ἐστι, ’πό τερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς ἕπεσθαι καὶ φοβεῖσθαι αὐτὴν, ἢ τῇ τοῦ ἑνὸς, εἴ τίς ἐστιν ἐπαίων, ὅν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους; ᾧ εἰ μὴ ἀκολουθήσομεν, διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθα ὃ τῷ μὲν δικαίῳ βέλτιον ἐγίνετο, τῷ δὲ ἀδίκῳ ἀπώλλυτο. ἢ οὐδέν ἐστι τοῦτο;

Οἶμαι ἔγωγε, ὠ Σώκρατες.