Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐγὼ μὲν οὖν, ὦ Καλλίκλεις , ὑπὸ τούτων τῶν λόγων πέπεισμαι , καὶ σκοπῶ ὅπως ἀποφανοῦμαι τῷ κριτῇ ὡς ὑγιεστάτην τὴν ψυχήν. χαίρειν οὖν ἐάσας τὰς τιμὰς τῶν πολλῶν ἀνθρώπων , τὴν ἀλήθειαν ἀσκῶν, πειράσομαι τῷ ὄντι, ὡς ἂν δύνωμαι , βέλτιστος ὢν καὶ ζῆν καὶ ἐπειδὰν ἀποθνήσκω ἀποθνήσκειν.

παρακαλῶ δὲ καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους, καθ’ ὅσον δύναμαι· καὶ δὴ καὶ σὲ ἀντιπαρακαλῶ ἐπὶ τοῦτον τὸν βίον καὶ τὸν ἀγῶνα τοῦτον, ὃν ἐγώ φημι ἀντὶ πάντων τῶν ἐνθάδε ἀγώνων εἶναι

καὶ ὀνειδίζω σε, ὅτι οὐχ οἷός τε εἶ σαυτῷ βοηθῆσαι, ὅταν ἡ δίκη σοι ᾖ καὶ ἡ κρίσις , ἣν νῦν ἐγὼ ἔλεγον, ἀλλὰ ἐλθὼν παρὰ τὸν δικαστὴν ἐκεῖνον, τὸν τῆς Αἰγίνης υἱὸν, ἐπειδάν σου ἐπιλαβόμενος ἐκεῖνος

v.2.p.89
ἄγῃ, χασμήσῃ καὶ ἰλιγγιάσεις οὐδὲν ἧττον ἢ ἐγὼ ἐν- θάδε καὶ σὺ ἐκεῖ, καί σε ἴσως τυπτήσει εἰ τις καὶ ἐπὶ κόρρης ἀτίμως καὶ πάντως προπηλακιεῖ.”

Τάχα δ’ οὖν ταυτὶ μῦθός σοι δοκεῖ λέγεσθαι ὥσπερ ὑπὸ γραὸς , καὶ καταφρονεῖς αὐτῶν. καὶ οὐδέν γ’ ἂν ἦν θαυμαστὸν καταφρονεῖν τούτων, εἴ πη ζητοῦντες εἴχομεν αὐτῶν βελτίω καὶ ἀληθέστερα εὑρεῖν.