Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀλλὰ καὶ περὶ τοῦ δεῖν μηδὲν σμικρολόγον φρονεῖν τοὺς κατὰ θεὸν φιλοσοφοῦντας διδασκόμεθα ἐν οἷς εἴρηται “σκοπούντων ἡμῶν οὐ τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώντα.”

καὶ περὶ τοῦ τὴν κακίαν περὶ γῆν καὶ τὸν θνητὸν βίον εἰλεῖσθαί φησί που ὁ θεῖος λόγος “ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.’ καὶ “ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.” λέγει δὲ καὶ ὁ προφήτης ‘’ ἀρὰ καὶ κλοπὴ καὶ μοιχεία καὶ φόνος κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ’ αἵμασι μίσγουσι.

περὶ δὲ τοῦ φεύγειν ἐνθένδε παρὰ τὸν θεὸν φησὶν ὁ Μώσης “ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ, καὶ πρὸς αὐτὸν κολληθήσῃ. ” ὁ δ’ αὐτὸς μιμεῖσθαι τὸν θεὸν διδάσκει λέγων ‘ἅγιοι ἔσεσθε) ὅτι κύριος ὁ θεὸς ἡμῶν ἅγιός ἐστι.”

δίκαιον δὲ καὶ ὁ Δαβὶδ τὸν θεὸν εἰδὼς ἡμᾶς τε αὐτοὺς μιμητὰς γενέσθαι παρορμῶν φησι “δίκαιος κύριος, καὶ δικαιοσύνας ἠγάπησεν.” ὁ δ’ αὐτὸς πλούτου καταφρονεῖν ἐπαίδευσε λέγων πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. καὶ”μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ · ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.”

ἀλλὰ μηδὲ τὰς ἐν ἀνθρώποις ἀρχὰς θαυμάζειν ἐδίδασκεν ἐν τούτοις

v.2.p.122
“μὴ πεποίθατε ἐπ’ ἄρχοντας , ἐφ’ υἱοὺς ἀνθρώπων, οἶς οὐκ ἔστι σωτηρία. ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἀπελεύσεται εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.”

“ Νομοθέτης δὲ οὗ τι καὶ σμικρὸν ὄφελος, εἰ καὶ μὴ τοῦτο ἦν οὕτως ἔχον, ὡς καὶ νῦν αὐτὸ ᾕρηχ’ ὁ λόγος ἔχειν, εἴπερ τι καὶ ἄλλο ἐτόλμησεν ἂν ἐπ’ ἀγαθῷ ψεύδεσθαι πρὸς τοὺς νέους, ἔστιν ὅ τι τούτου ψεῦδος λυσιτελέστερον ἂν ἐψεύσατό ποτε καὶ δυνάμενον μᾶλλον ποιεῖν μὴ βίᾳ, ἀλλ’ ἑκόντας πάντας πάντα τὰ δίκαια;

Καλὸν μένη ἀλήθεια, ὠ ξένε, καὶ μόνιμον· ἔοικε μὴν οὐ ῥᾴδιον εἶναι πείθειν. ”

Μυρία δ’ ἂν εὕροις τοιαῦτα καὶ ἔν ταῖς Ἑβραίων γραφαῖς, ὡς ἂν περὶ θεοῦ ζηλοῦντος, ἢ ὑπνοῦντος, ἢ ὀργιζομένου, ἤ τισιν ἄλλοις ἀνθρωποπαθέσιν ἐνεχομένου ἐπ’ ὠφελείᾳ τῶν δεομένων τοῦ τοιοῦδε τρόπου παρειλημμένα.