Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα [*](30 Εἴς τινα — ] Plato Leg. 11. p, 926.)

v.2.p.83
τοὺς ἔμπροσθεν λόγους διεξελθεῖν, ὡς ἄρα αἱ τῶν τελευτησάντων ψυχαὶ δύναμιν ἔχουσί τινα τελευτήσασαι καὶ τόν κατὰ ἀνθρώπους πραγμάτων ἐπιμελοῦνται. ταῦτα ἀληθεῖς μὲν , μακροὶ δέ εἰσι περιέχοντες λόγοι. πιστεύειν δὲ ταῖς τε ἄλλαις φήμαις χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖς καὶ σφόδρα παλαιαῖς οὔσαις, πιστεύειν δὲ καὶ τοῖς νομοθετοῦσι ταῦθ’ οὕτως ἔχειν, ἄνπερ μὴ παντάπασιν ἄφρονες φαίνωνται.”

Καὶ ἐν τῇ βίβλῳ δὲ τῶν Μακκαβαίων λέγεται Ἱερεμίας ὁ προφήτης μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου εὐχόμενος ὁρᾶσθαι ὑπὲρ τοῦ λαοῦ, ὡς φροντίδα ποιούμενος τῶν ἐπὶ γῆς ἀνθρώπων. δεῖν δέ φησι καὶ ὁ Πλάτων’ τούτοις πιστεύειν.

“ Λόγων δὲ δισσὸν εἶδος· τὸ μὲν ἀληθὲς, ψεῦδος δὲ ἕτερον. Ναί. Παιδευτέον δὲ ἐν ἀμφοτέροις, πρότερον δὲ ἐν τοῖς ψευδέσιν; Οὐ μανθάνω , ἔφη, πῶς λέγεις. Οὐ μανθάνεις , ἦν δ’ ἐγὼ, ὅτι πρῶτον τοῖς παιδίοις μύθους λέγομεν. τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθῆ. πρότερον δὲ μύθοις πρὸς τὰ παιδία ἢ γυμνασίοις χρώμεθα. Ἒστι ταῦτα. ”

Ταῦτα ὁ Πλάτων’. καὶ παρ’ Ἑβραίοις δὲ τὰς τῆς ἐνθέου γραφῆς ἱστορίας τοῖς νηπίοις τὰς ψυχὰς ἁπλούστερον ὥσπερ τινὰς μύθους ἔθος ἐστὶ παραδι- δόναι, τοῖς δ’ ἐγγεγυμνασμένοις τὴν ἔξιν τὰς τῶν λόγων βαθυτέρας καὶ δογματικὰς θεωρίας διὰ τῆς καλουμένης δευτερώσεως καὶ σαφηνείας τῶν λανθανόντων τοὺς πολλοὺς νοημάτων.