Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Εἰκότως τοιγαροῦν καὶ ἡμῖν αὐτοῖς ἐν τοῖς συμποσίοις ᾠδὰς καὶ ὕμνους εἰς θεὸν πεποιημένους ᾄδειν παραδέδοται, τοῦ προσήκοντος κόσμου τῶν παρ’ ἡμῖν φυλάκων ἐπιμελομένων.
Εἰ μέν τις πόλις, ὡς οὔσης σπουδῆς, τῷ [*](30 Εἰ μέν τις — ] Ibid. p. 673.)
v.2.p.111
ἐπιτηδεύματι τῷ νῦν εἰρημένῳ χρήσεται μετὰ νόμων καὶ τάξεως, ὡς τοῦ σωφρονεῖν εἵνεκα μελέτη χρωμένη, καὶ τῶν ἄλλων ἡδονῶν μὴ ἀφέξεται ὡσαύτως καὶ κατὰ τὸν αὐτὸν λόγον, τοῦ κρατεῖν αὐτῶν ἕνεκα μηχανωμένη , τοῦτον μὲν τὸν τρόπον ἅπασι τούτοις χρηστέον· εἰ δ᾿ ὡς παιδιᾷ τε, καὶ ἐξέσται τῷ βουλομένω, καὶ ὅταν βούληται, καὶ μεθ᾿ ὧν ἂν βούληται, πίνειν μετ᾿ ἐπιτηδευμάτων ὡντινωνοῦν ἄλλων, οὐκ ἂν τιθείμην ταύτην τὴν ψῆφον, ὡς δεῖ ποτὲ μέθῃ χρῆσθαι ταύτην τὴν πόλιν ἢ τοῦτον τὸν ἄνδρα, ἀλλ᾿ ἔτι μᾶλλον τῆς Κρητῶν καὶ Λακεδαιμονίων χρείας προσθείμην ἂν τῷ Καρχηδονίων νόμῳ, μηδέποτε μηδένα ἐπὶ στρατοπέδου γεύεσθαι τούτου τοῦ πόματος, ἀλλ᾿ ὑδροποσίαις συγγίνεσθαι τοῦτον τὸν χρόνον ἅπαντα , καὶ κατὰ πόλιν μήτε δοῦλον μήτε δούλην γεύεσθαι μηδέποτε, μηδὲ ἄρχοντας τοῦτον τὸν ἐνιαυτὸν ὃν ἂν ἄρχωσι, μηδ᾿ αὖ κυβερνήτας μηδὲ δικαστάς ἐνεργοὺς ὄντας οἴνου γεύεσθαι τὸ παράπαν, μηδὲ ὅστις βουλευσόμενος εἰς βουλὴν ἀξίαν τινὰ λόγου συνέρχεται, μηδέ γε μεθ᾿ ἡμέραν μηδένα τὸ παράπαν, εἰ μὴ σωμασκίας ἢ νόσων ἕνεκα, μηδ᾿ αὖ νύκτωρ, ὅταν ἐπινοῇ τις παῖδας ποιεῖσθαι ἀνὴρ ἢ καὶ γυνή. καὶ ἄλλα δὲ πάμπολλα ἄν τις λέγοι, ὡς τοῖς νοῦν τε καὶ νόμον ἔχουσιν ὀρθὸν οὐ ποτέος οἶνος, ὥστε κατὰ τὸν λόγον τοῦτον οὐδ᾿ ἀμπελώνων ἂν πολλῶν δέοι οὐδ’ ᾗτινι πόλει, τακτὰ δὲ τἄλλα ἂν εἴη γεωργήματα καὶ πᾶσα ἡ δίαιτα.”