Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
οὔτε γὰρ παρὰ θεάτρου δεῖ τόν γε ἀληθῆ κριτὴν κρίνειν μανθάνοντα καὶ ἐκπληττόμενον ὑπὸ τοῦ θορύβου τῶν πολλῶν καὶ τῆς αὐτοῦ ἀπαιδευσίας, οὔτ’ αὖ γιγνώσκοντα δι’ ἀνανδρίαν καὶ δειλίαν ἐκ τοῦ αὐτοῦ στόματος, οὑπερ τοὺς θεοὺς ἐπεκαλέσατο, μέλλων κρίνειν, ἐκ τούτου ψευδόμενον ἀποφαίνεσθαι ῥᾳθύμως τὴν κρίσιν· οὐ γὰρ μαθητὴς, ἀλλὰ διδάσκαλος, ὥς γε τὸ δίκαιον, θεατῶν τῶν μᾶλλον ὁ κριτὴς καθίζει, καὶ ἐναντιωσόμενος τοῖς τὴν ἡδονὴν μὴ προσηκόντως μηδὲ ὀρθῶς ἀποδιδοῦσι δεαταῖς.“
Καὶ παρ’ Ἑβραίοις τὸ παλαιὸν οὐ τοῦ πλήθους ἦν τὸ κρίνειν τοὺς ἐκ θείου πνεύματος προφερομένους λόγους καὶ τἀς ἐνθέους ᾠδὰς, ἀλλ’ ἦσαν βραχεῖς καὶ σπάνιοι, μέτοχοι καὶ αὐτοὶ θείου πνεύματος διακριτικοῦ τῶν λεγομένων, οἶς καὶ μόνοις ἐξῆν ἐγκρίνειν καὶ ἀφιεροῦν τὰς προφητῶν βίβλους, τὰς δὲ τῶν μὴ τοιούτων ἀποδοκιμάζειν.