Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ταύτῃ τοι πάλιν ὁ σοφώτατος παρὰ τοῖσδε Σολομῶν ἐνθένδε ποθὲν τὴν καταρχὴν τοῦ τῶν Παροι- μιῶν ἐποιήσατο συγγράμματος, μονονουχὶ τὴν αἰτίαν αὐτῷ τῆς γραφῆς ταύτην εἶναι διδάξας, δι᾿ ὧν αὐτοῖς ῥήμασι δεῖν ἔφησε πάντα ἄνδρα γνῶναι σοφίαν καὶ παιδείαν καὶ νοῆσαι λόγους φρονήσεως, δέξασθαί τε στροφὰς λόγων , νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν, ἵνα δῶ, φησὶν, ἀκάκοις πανουργίαν, παιδί τε νέῳ αἴσθησίν τε καὶ ἔννοιαν. τῶνδε γὰρ ἀκούσας ὁ σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται· νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ 15 αἰνίγματα.

καὶ τὰ μὲν τῆς τοῦ δηλωθέντος συγγράμματος ἐπαγγελίας τοιαῦτά τινα ἦν· τὰς δ᾿ ἐν μέρει τῶν λεχθέντων προτάσεις, καὶ τούτων τὰς ἐπι- λύσεις , τήν τε λογικὴν πραγματείαν οἰκείως τῇ τῶν ἀνδρῶν σοφίᾳ τε καὶ φωνῇ διὰ πασῶν τῶν παρ᾿ αὐτοῖς προφητικῶν γραφῶν φερομένην , ὅτῳ φίλον, τῆς τούτων ἐντεύξεως τὰς βίβλους ἐπὶ σχολῆς μετὰ χεῖρας λαβὼν εἴσεται.

εἰ δέ τις καὶ τῆς γλώσσης αὐτῆς φιλοκάλως γένοιτο ἐν πείρᾳ, ἴδοι ἂν, οἷα παρὰ βαρβάροις , ἄνδρας λογικωτάτους οὐδὲν σοφιστῶν οὐδὲ ῥητόρων ἀποδέοντας τῇ οἰκείᾳ γλώσσῃ.

εἶεν δ᾿ ἂν αὐτοῖς καὶ ἔμμετροι ποιήσεις, ὡς ἡ μεγάλη Μώσεως ᾠδὴ, καὶ τοῦ Δαβὶδ ὁ ριη΄ Ψαλμὸς, τῷ καλουμένῳ παρ᾿ Ἕλλησιν ἡρῴῳ μέτρῳ συντεταγμένοι. φασὶ γοῦν ἑξάμετρα εἶναι ταῦτα, δι᾿ ἑκκαίδεκα συλ- λαβῶν πεποιημένα. καὶ τὰ λοιπὰ δὲ τὰ παρ᾿ αὐτοῖς στιχήρη δι᾿ ἐπῶν λέγεται τριμέτρων τε καὶ τετρα-

v.2.p.9
μέτρων κατὰ τὴν οἰκείαν αὐτῶν συγκεῖσθαι φωνήν.

καὶ τὰ μὲν τῆς λέξεως αὐτοῖς ὧδέ πη λογικῆς συνέσεως ἔχει, τὰ δὲ δὴ τῆς διανοίας οὐδ’ ἔστι παραβαλεῖν ἀνθρώποις · θεοῦ γὰρ καὶ αὐτῆς ἀληθείας λόγια δι’ αὐτῶν ἐκπεφωνημένα , θεσπίσματα καὶ προρρήσεις , μαθήματά τε εὐσεβῆ, καὶ τῆς τῶν ὄντων ἐπιγνώσεως δόγματα περιειλήφασι.

τεκμήρια δ’ ἂν λάβοις τῆς παρὰ τοῖς ἀνδράσι λογικῆς ἀκριβείας ἀπὸ τῆς ὀρθότητος τῆς τῶν ὀνομάτων θέσεως, ἧς πέρι καὶ ὁ Πλάτων’ τῇ Ἑβραίων μαρτυρῶν δόξῃ δῆλος ἂν εἴη, καὶ κατ’ αὐτό γε τοῦτο σύμφωνος ὢν τῇ κατὰ τοὺς ἄνδρας φιλοσοφίᾳ, ὡς γοῦν ἐκ τούτων διαγνῶναι ῥᾴδιον.

Πρωτοῦ Μώσεως μακρῷ πρόσθεν ἢ τὸ φιλοσοφίας ὄνομα εἰς Ἕλληνας ἐλθεῖν διὰ πάσης αὐτοῦ τῆς γραφῆς μυρία περὶ τῆς τῶν ὀνομάτων θέσεως πεπραγματευμένου , καὶ τοτὲ μὲν φυσικώτατα τῶν παρ’ αὐτῷ πάντων τἀς ἐπωνυμίας διατεταγμένου, τοτὲ δὲ τῷ θεῷ τὴν κρίσιν τῆς τῶν εὐσεβῶν ἀνδρῶν μετωνυμίας ἀναθέντος , φύσει τε , ἀλλ’ οὐ θέσει τὰ ὀνόματα κατὰ τῶν πραγμάτων κεῖσθαι πεπαιδευκότος, ἑπόμενος ὁ Πλάτων’ συμφέρεται τοῖς αὐτοῖς, οὐκ ἄλλως ἢ βαρβάρων μνησθεὶς, καὶ παρὰ τοῖσδε φήσας τόνδε σώζεσθαι τὸν τρόπον, τάχα που τοὺς Ἑβραίους αἰνιττόμενος , ἐπεὶ μηδὲ παρ’ ἑτέροις βαρβάροις ῥᾀδιον τὴν τοιάνδε παραφυλάξαι θεωρίαν.

λέγει δ’ οὖν ἐν Κρατύλῳ

“Καὶ Καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες συνθέμενοι καλεῖν καλῶσι, τῆς αὐτῶν φωνῆς μόριον ἐπιφθεγγό- [*](27 Κρατύλῳ] P. 383. 390. 409.)

v.2.p.10
μένοι, ἀλλ’ ὀρθότητά τινα τῶν ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασι.”

Καὶ προιὼν ἑξῆς φησιν

Ὅὐκοῦν οὕτως οὕτως ἀξιώσεις καὶ τὸν νομοθέτην τόν τε ἐνθάδε καὶ τὸν ἐν τοῖς βαρβάροις , ἴως ἂν καὶ τὸ τοῦ ὀνόματος εἶδος ἀποδιδῷ τὸ προσῆκον ἑκάστῳ ἐν ὁποιαισοῦν συλλαβαῖς , οὐδὲν χείρω νομοθέτην εἶναι τὸν ἐνθάδε ἢ τὸν ὁπουοῦν ἄλλοθι.”

Εἶθ’ ἑξῆς πάλιν τὸν ἐπιστήμονα τῆς ὀρθότητος τῶν ὀνομάτων διαλεκτικὸν εἶναι φήσας καὶ νομοθέτην οὕτω λέγει

“Τέκτονος μὲν ἄρα ἔργον ἐστὶν τὸ ποιῆσαι πηδάλιον ἐπιστατοῦντος κυβερνήτου, εἰ μέλλει καλὸν εἶναι τὸ πηδάλιον.

Φαίνεται.