Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Τῆς παρ’ Ἑβραίοις θείας γραφῆς διαφόρως τὴν τοῦ ἀγαθοῦ οὐσίαν καὶ αὐτὸ τὸ ἀγαθὸν οὐδὲν ἄλλο εἷναι ἢ θεὸν διδασκούσης , δι’ ὧν τέ φησιν ἀγαθὸς κύριος πάσι τοῖς ὑπομένουσιν αὐτόν · ψυχῇ, ἣ ἐκζητήσει αὐτόν·” καὶ “ ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ” δι’ ὧν τε ὁ σωτήριος λόγος πρὸς τὸν περὶ τοῦδε ἐρό- [*](8 Φραστέον —] Plato Epist. 2. p, 312 d.)
ἐπάκουσον τοῦ Πλάτωνος, ἅ φησιν ἐν Τιμαίῳ
“ Λέγωμεν δὴ δι᾿ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δ᾿ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτ᾿ ἐγγίνεται φθόνος. τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ.”
Καὶ ἐν τῇ Πολιτεία δὲ ταῦτά φησιν
“ Ἆρ᾿ οὖν οὐ καὶ ὁ ἥλιος ὄψις μὲν οὐκ ἔστιν, αἴτιος δ᾿ ὢν αὐτῆς ὁρᾶται ὑπ᾿ αὐτῆς ταύτης; οὕτως, ἦ δ᾿ ὅς. τοῦτον τοίνυν, ἦν δ᾿ ἐγὼ, φάναι με λέγειν τὸν τοῦ ἀγαθοῦ ἔκγονον , ὃν τὸ ἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ , ὅ τι περ αὐτὸ ἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα , τοῦτον ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα.”
Καὶ ἑξῆς ἐπιλέγει
“Τοῦτο τοίνυν τὸ τὴν ἀλήθειαν παρέχον τοῖς γιγνωσκομένοις καὶ τὸ γιγνώσκοντι τὴν δύναμιν ἀποδιδοῦν τὴν τοῦ ἀγαθοῦ ἰδέαν φάθι εἶναι.”
Καὶ πάλιν φησὶ
“ Τὸν ἥλιον τοῖς ὁρωμένοις οὐ μόνον, οἶμαι, τὴν τοῦ ὁρᾶσθαι δύναμιν παρέχειν φήσεις, ἀλλὰ καὶ τὴν γένεσιν καὶ αὔξην καὶ τροφὴν, οὐ γένεσιν αὐτὸν ὄντα. πῶς γάρ ; καὶ τοῖς γινωσκομένοις τοίνυν μὴ μόνον τὸ γινώσκεσθαι φάναι ὑπὸ τοῦ ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν ὑπ᾿ ἐκείνοῦ αὐτοῖς προσεῖναι, οὐκ οὐσίας ὄντος τοῦ ἀγαθοῦ, ἀλλ᾿ ἐπέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερ- έχοντος.”
[*](3 ἐν Τιμαίω] p. 29.)[*](9 ἐν τῇ Πολιτείᾳ] p. 508b.e. 509 b.)Σαφέστατα διὰ τούτων οὐ μόνον τὸ γινώσκεσθαι ταῖς νοηταῖς οὐσίαις, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν ἔχειν παρὰ τοῦ ἀγαθοῦ, δηλαδὴ τοὐ θεοῦ, φησὶν ὁ Πλάτων’· τό τε ἀγαθὸν “ μὴ εἶναι οὐσίαν, ἀλλ’ ἐπέκεινα τῆς οὐσίας, πρεσβείᾳ καὶ δυνάμει ὑπερἐχον·” ὥστε μὴ ὁμοούσια αὐτὰ τίθεσθαι, ἀλλὰ μηδὲ ἀγέννητα νομίζειν, ὅτι δὴ καὶ τὸ εἶναι καὶ τὴν οὐσίαν εἴληφε παρὰ τοῦ μὴ ὄντος οὐσίας, ἀλλ’ ἐπέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος· ὃν δὴ καὶ μόνον εἰκότως θεὸν τὰ Ἑβραίων ἀναγορεύει λόγια, ὡς ἂν τοῖς πᾶσιν αἴτιον ὄντα.
τὰ δὴ οὖν μήτε τὸ εἶναι μήτε τὴν οὐσίαν παρ’ ἑαυτῶν ἔχοντα, ἀλλὰ μηδὲ τῆς τἀγαθοῦ φύσεως ὄντα, οὐ δὴ εὔλογον θεοὺς ἡγεῖσθαι, οἶς μὴ φύσει τὸ ἀγαθὸν πρόσεστιν· ἐνὶ γὰρ τοῦτο μόνῳ καὶ οὐδενὶ ἄλλῳ ἀναθετέον , τῷ μόνῳ ἀγαθῷ, ὃ δὴ καὶ ἐπέκεινα πάσης οὐσίας πρεσβείᾳ τε καὶ δυνάμει ὑπερέχον” θαυμασίως ὁ Πλάτων ἀνεφώνησε. πάλιν δὲ καὶ ὁ Νουμήνιος ἐν τοῖς Περὶ τἀγαθοῦ, τὴν τοῦ Πλάτωνος διάνοιαν ἑρμηνεύων, τοῦτον διέξεισι τὸν τρόπον