Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

κἀγὼ δὲ καινοτέραν παρὰ τοὺς εἰρημένους ὁδεύσας ταύτῃ χρήσομαι τῇ μεθόδῳ. συντρεχόντων

v.1.p.559
ὁμολογουμένως τῶν χρόνων Αὐγούστου Ῥωμαίων αὐτοκράτορος καὶ τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως, ἀρχήν τε τῆς εὐαγγελικῆς διδασκαλίας τοῦ Χριστοῦ ποιησαμένου κατὰ τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος, εἴ τις ἀπὸ τούτου συναγαγεῖν ἐθέλοι τὸν τῶν ἐτῶν ἀριθμὸν, προιὼν ἐπὶ τοὺς ἀνωτέρω χρόνους, τοὺς μέχρι Δαρείου τοῦ Περσῶν βασιλέως, καὶ τῆς κατ’ αὐτὸν ἀνανεώσεως τοῦ ἐν Ἱεροσολύμοις νεὼ, ἣ γέγονε μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ Ἰουδαίων ἔθνους, εὕροι ἂν ἀπὸ Τιβερίου ἐπὶ τὸ δεύτερον ἔτος Δαρείου ἔτη φμή.

Δαρείου μὲν γὰρ τὸ δεύτερον κατὰ τὸ πρῶτον ἔτος τῆς ξέ Ὀλυμπιάδος καταντᾷ, Τιβερίου δὲ τὸ πεντεκαιδέκατον τῆς Ῥωμαίων βασιλείας κατὰ τὸ δ’ τῆς σὰ Ὀλυμπιάδος συμπίπτει.

γίνονται τοίνυν αἱ μεταξὺ Δαρείου τοῦ Περσοῦ καὶ Τιβερίου τοῦ Ῥωμαίων βασιλέως Ὀλυμπιάδες ρλζ΄, αἳ συνάγουσι χρόνον ἐτῶν φμή, τετραετίας τῇ Ὀλυμπιάδι λογιζομένης.

ἐπεὶ δὲ κατὰ τὸ δεύτερον ἔτος Δαρείου τὸ ἑβδομηκοστὸν ὑπῆρχε τῆς ἐρημίας τοῦ ἐν Ἱεροσολύμοις νεὼ, καθὼς τὰ τῆς ἱστορίας ἱστορίας παρίστησι, κἀντεῦθεν πάλιν ἀνατρεχόντων ἀπὸ μὲν τοῦ δευτέρου ἔτους Δαρείου ρείου ἐπὶ τὴν πρώτην Ὀλυμπιάδα ἔτη συνάγοιτ’ ἂν σνς', Ὀλυμπιάδες ξδ'· τοσαῦτα δ’ ἂν εὕροις τὰ ἀπὸ τοῦ ὑστάτου ἔτους τῆς ἐρημίας τοῦ δηλωθέντος ἱεροῦ ἐπὶ τὸ ’ν ἔτος Ὀζίου τοῦ τῶν Ἰουδαίων βασιλέως ἀνιὼν, καθ’ ὃν ἐπροφήτευον Ἠσαίας καὶ Ὠσηὲ, ὅσοι τε τούτοις γεγόνασι σύγχρονοι, ὥστ’ εἶναι τὴν πρώτην καθ’ Ἕλληνας Ὀλυμπιάδα σύνδρομον Ἡσαΐᾳ τῷ προφήτῃ καὶ τοῖς τούτῳ συγχρόνοις.

πάλιν δὲ ἀπὸ τῆς πρώτης Ὀλυμπιάδος ἐπὶ τοὺς ἔμπροσθεν ἀνιὼν χρόνους μέχρι τῆς Ἰλίου ἁλώσεως εὑρήσεις

v.1.p.560
ἔτη συγκεφαλαιούμενα υη΄, ὡς αἱ παρ᾿ Ἕλλησι τῶν χρόνων ἀναγραφαὶ περιέχουσι.

καὶ καθ᾿ Ἑβραίους ἀπὸ πεντηκοστοῦ ἔτους Ὀζίου τοῦ Ἰουδαίων βασιλέως ἀνιὼν ἐπὶ τὸ τρίτον ἔτος Λαβδὼν παρ᾿ Ἑβραίοις γενομένου κριτοῦ τὸν ἴσον συνάξεις ἀριθμὸν ἐτῶν υη΄· ὥστ᾿ εἶναι τὴν Ἰλίου ἅλωσιν κατὰ τοὺς Λαβδὼν τοῦ κριτοῦ χρόνους, ἑπτὰ ἔτεσι πρότερον ἢ Σαμψὼν ἄρξαι Ἑβραίων, ὃν κατὰ τὴν τοῦ σώματος ἀλκὴν ἀνυπόστατον γενέσθαι φασὶν, ἐοικότα τῷ βοωμένῳ παρ᾿ Ἓλλησιν Ἡρακλεῖ.

καὶ ἐντεῦθεν δὲ ἐπὶ τοὺς ἀνωτέρω βαδίζων, σαυτῷ τε συναγαγὼν ἀριθμὸν ἐτῶν υ΄, εὕροις ἂν κατὰ μὲν Ἑβραίους Μωσέα, κατὰ δὲ Ἕλληνας Κέκροπα τὸν γηγενῆ.

κατώτερα δὲ τῶν Κέκροπος ἱστορεῖται χρόνων τὰ παρ᾿ Ἕλλησι θαυμαζόμενα. γίνεται γὰρ μετὰ Κέκροπα ὁ κατὰ Δευκαλίωνα κατακλυσμὸς, καὶ ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις, Ἐριχθονίου τε γένεσις, Κόρης τε ἁρπαγὴ, καὶ Δήμητρος μυστήρια, Ἐλευσινίων ἵδρυσις, Τριπτολέμου γεωργία, Εὐρώπης ὑπὸ Διὸς ἁρπαγὴ, Ἀπόλλωνος γένεσις, Κάδμου ἐπὶ Θήβας παρουσία, καὶ ἔτι τούτων νεώτεροι Διόνυσος, Μίνως, Περσεὺς, Ἀσκληπιὸς, Διόσκουροι, Ἡρακλῆς.

τούτων δ᾿ ἁπάντων πρεσβύτερος γεγονὼς συνίσταται Μωσῆς, ὡς ἂν κατὰ Κέκροπα τὴν ἡλικίαν ἀκμάσας. ἀπὸ δὲ Μωσέως πάλιν ἀνιὼν ἐπὶ τὸ πρῶτον ἔτος ζωῆς Ἁβραὰμ εὑρήσεις ἔτη φε΄. τοσαῦτα δὲ ἀπὸ τοῦ δηλωθέντος ἔτους τῆς Κέκροπος βασιλείας τὸν ἀνωτέρω χρόνον ἀπαριθμούμενος ἐπὶ Νίνον ἥξεις τὸν Ἀσσύριον, ὃν πρῶτόν φασιν ἁπάσης τῆς Ἀσίας πλὴν Ἰνδῶν κεκρατηκέναι· οὗ Νίνος ἐπώνυμος πόλις, ἣ Νινευὶ παρ᾿ Ἑβραίοις ὠνόμασται, καθ᾿ ὃν Ζωροάστρης ὁ μάγος Βακτρίων ἐβασίλευσε.

v.1.p.561
Νίνου δὲ γυνὴ καὶ διάδοχος τῆς βασιλείας Σεμίραμις· ὥστ᾿ εἶναι τὸν Ἁβραάμ κατὰ τούτους.

Ταῦτα μὲν οὖν ἀποδεικτικῶς ἐν τοῖς πονηθεῖσιν ἡμῖν Χρονικοῖς Κανόσιν οὕτως ἔχοντα συνέστη. ἐπὶ δὲ τοῦ παρόντος πρὸς τοῖς εἰρημένοις μάρτυρι τῆς Μωσέως ἀρχαιότητος χρήσομαι τῷ πάντων δυσμενεστάτῳ καὶ πολεμιωτάτῳ Ἑβραίων τε καὶ ἡμῶν, φημὶ δὲ τῷ καθ᾿ ἡμᾶς φιλοσόφῳ, ὃς τὴν καθ᾿ ἡμῶν συσκευὴν ὑπερβολῇ μίσους προβεβλημένος οὐ μόνους ἡμᾶς, ἀλλὰ καὶ Ἑβραίους, αὐτόν τε Μωσέα καὶ τοὺς μετ᾿ αὐτὸν προφήτας ταῖς ἴσαις ὑπηγάγετο δυσφημίαις. οὕτω γὰρ διὰ τῆς τῶν ἐχθρῶν ὁμολογίας ἀναμφηρίστως ἡγοῦμαι τὴν ἐπαγγελίαν πιστώσασθαι.

γράφει τοίνυν ἐν τῷ τετάρτῳ τῆς καθ᾿ ἡμῶν συσκευῆς ὁ Πορφύριος ῥήμασιν αὐτοῖς τάδε

“Ἱστορεῖ δὲ τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ συμφωνότατα, Σαγχωνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνήματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως θεοῦ Ἰευὼ, ὃς Ἀβελβαλῷ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθεὶς, ὑπ᾿ ἐκείνου καὶ τῶν κατ᾿ αὐτὸν ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκὠν πίπτουσι χρόνων καὶ σχεδὸν τοῖς Μωσέως πλησιάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων μηνύουσι διαδοχαί. Σαγχωνιάθων δὲ, ὁ κατὰ τὴν τῶν Φοινίκων διάλεκτον φιλαλήθῶς πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγαγὼν καὶ συγγράψας, ἐπὶ Σεμιράμεως γέγονε τῆς Ἀσσυρίων βασιλίδος.”