Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

δευτέραν δὲ πρὸς ταύτῃ θετέον ἐκείνην αἰτίαν. οἱ γὰρ ἐπὶ τὸ γράφειν ὁρμήσαντες οὐ περὶ τὴν ἀλή- θειαν ἐσπούδασαν — καίτοι τοῦτο πρόχειρον αὐτοῖς ἐστιν ἀεὶ τὸ ἐπάγγελμα — λόγων δὲ δύναμιν ἐπεδείκνυντο· καὶ καθ᾿ ὅντινα τρόπον ἐν τούτῳ παρευδοκιμήσειν τοὺς ἄλλους ὑπελάμβανον, κατὰ τοῦτον ἡρμόζοντο, τινὲς μὲν ἐπὶ τὸ μυθολογεῖν τραπόμενοι, τινὲς δὲ πρὸς χάριν ἢ τὰς πόλεις ἢ τοὺς βασιλέας ἐπαινοῦντες· ἄλλοι δὲ ἐπὶ τὸ κατηγορεῖν τῶν πράξεων ἢ τῶν γεγραφότων ἐχώρησαν, εὐδοκιμήσειν ἐν τούτῳ νομίζοντες.

ὅλως δὲ τὸ πάντων ἐναντιώτατον ἱστορίᾳ πράττοντες διατελοῦσι. τῆς μὲν γὰρ ἀληθοῦς ἐστι τεκμήριον ἱστορίας, εἰ περὶ τῶν αὐτῶν ἅπαντες τὰ αὐτὰ καὶ λέγοιεν καὶ γράφοιεν· οἱ δὲ, εἰ μὴ τὰ αὐτὰ γράψειαν ἑτέροις, οὕτως ἐνόμιζον αὐτοὶ φαίνεσθαι πάντων ἀληθέστατοι.”

Τοσαῦτα καὶ ὁ Ἰώσηπος. εἴη δ᾿ ἂν τῶν εἰρημένων ἐπισφράγισμα καὶ ἡ Διοδώρου μαρτυρία, ἣν ἀπὸ τοῦ πρώτου τῆς συναχθείσης αὐτῷ Bιβλιοθήκης παραθήσομαι, οὕτως ἔχουσαν πρὸς λέξιν

“Τούτων δ᾿ ἡμῖν διευκρινημένων ῥητέον ὅσοι τῶν παρ᾿ Ἕλλησι δεδοξασμένων ἐπὶ συνέσει καὶ παιδείᾳ παρέβαλον εἰς Αἴγυπτον ἐν τοῖς ἀρχαίοις [*](28 Τούτων —] Diodorus 1, 96. 97.)

v.1.p.555
χρόνοις , ἔνα τῶν ἐνταῦθα νομίμων καὶ παιδείας μετάσχωσιν.

οἶ γὰρ ἱερεῖς τῶν Αἰγυπτίων ἱστοροῦσιν ἐκ τῶν ἀναγραφῶν τῶν ἐν ταῖς ἱεραῖς βίβλοις παραβαλεῖν πρὸς ἑαυτοὺς Ὀρφέα τε καὶ Μουσαῖον καὶ Μελάμποδα καὶ Δαίδαλον, πρὸς δὲ τούτοις Ὅμηρόν τε τὸν ποιητὴν καὶ Λυκοῦργον τὸν Σπαρτιάτην, ἔτι δὲ Σόλωνα τὸν Ἀθηναῖον καὶ Πλάτωνα τὸν φιλόσοφον· ἐλθεῖν δὲ καὶ Πυθαγόραν τὸν Σάμιον καὶ τὸν μαθηματικὸν Εὔδοξον, ἔτι δὲ Δημόκριτον τὸν Ἀβδηρίτην καὶ Οἰνοπίδην τὸν Χῖον.

πάντων δὲ τούτων σημεῖα δεικνύουσι τῶν μὲν εἰκόνας, τῶν δὲ τόπων ἢ κατασκευασμάτων ὁμωνύμους προσηγορίας. ἔκ τε τῆς ἑκάστῳ ζηλωθείσης παιδείας ἀποδείξεις φέρουσι, συνιστάντες ἐξ Αἰγύπτου μετενηνοχέναι πάντα δι’ ὧν παρὰ τοῖς Ἕλλησιν ἐθαυμάσθησαν.

Ὀρφέα μὲν γὰρ τῶν μυστικῶν τελετῶν τὰ πλεῖστα, καὶ τὰ περὶ τὴν ἑαυτοῦ πλάνην ὀργιαζόμενα, καὶ τὴν τῶν ἐνἍιδου μυθοποιίαν παρ’ Αἰγυπτίων ἀπενέγκασθαι. τὴν μὲν γὰρ Ὀσίριδος τελετὴν τῇ Διονύσου τὴν αὐτὴν εἶναι· τὴν δὲ τῆς Ἴσιδος τῇ τῆς Δήμητρος ὁμοιοτάτην ὑπάρχειν , τῶν ὀνομάτων μόνων ἐνηλλαγμένων · τὰς δὲ τῶν ἀσεβῶν ἐν Ἅιδου τιμωρίας, καὶ τοὺς τῶν εὐσεβῶν λειμῶνας, καὶ τὰς παρὰ τοῖς πολλοῖς εἰδωλοποιίας ἀναπεπλασμένας παρεισαγαγεῖν, μιμησάμενον τὰ περὶ τὰς ταφὰς τὰς κατ’ Αἴγυπτον.

τὸν μὲν γὰρ ψυχοπομπὸν Ἑρμῆν, κατὰ τὸ παλαιὸν νόμιμον παρ’ Αἰγυπτίοις , ἀναγαγόντα τοῦ Ἄπιδος τὸ σῶμα μέχρι τινὸς παραδιδόναι τῷ περικειμένῳ τὴν τοῦ Κερβέρου προτομήν. τοῦ δὲ Ὀρφέως τοῦτο καταδείξαντος παρὰ τοῖς Ἕλλησι τὸν Όμηρον ἀκολούθως τούτῳ θεῖναι κατὰ τὴν ποίησιν,

v.1.p.556
  • Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
  • ἀνδρῶν ἡρώων· ἔχε δὲ ῥάβδον μετὰ χερσίν.᾿
  • Εἶτα πάλιν προβὰς ἐπιλέγει
  • ῾᾿Μελάμποδα δέ φασι μετενεγκεῖν ἐξ Αἰγύπτου τὰ Διονύσῳ νομιζόμενα τελεῖσθαι παρὰ τοῖς Ἕλλησι, καὶ τὰ περὶ Κρόνου μυθολογούμενα, καὶ τὰ περὶ τῆς Τιτανομαχίας, καὶ τὸ σύνολον τὴν περὶ τὰ πάθη τῶν θεῶν ἱστορίαν.

    τὸν δὲ Δαίδαλον λέγουσιν ἀπο- μιμήσασθαι τὴν τοῦ λαβυρίνθου πλοκὴν, τοῦ διαμένοντος μὲν μέχρι τοῦ νῦν καιροῦ, οἰκοδομηθέντος δὲ, ὡς μέν τινές φασιν, ὑπὸ Μένδητος, ὡς δ᾿ ἔνιοι λέγουσιν, ὑπὸ Μάρου τοῦ βασιλέως, πολλοῖς ἔτεσι πρότερον τῆς Μίνω βασιλείας· τόν τε ῥυθμὸν τῶν ἀρχαίων κατ᾿ Αἴγυπτον ἀνδριάντων τὸν αὐτὸν εἶναι τοῖς ὑπὸ Δαιδάλου κατασκευασθεῖσι παρὰ τοῖς Ἕλλησι.

    τὸ δὲ κάλλιστον πρόπυλον ἐν Μέμφει τοῦ Ἡφαίστου Δαίδαλον ἀρχιτεκτονῆσαι, καὶ θαυμασθέντα τυχεῖν εἰκόνος ξυλίνης κατὰ τὸ προειρημένον ἱερὸν, ταῖς ἰδίαις χερσὶ δεδημιουργημένης· πέρας δὲ, διὰ τὴν εὐφυΐαν ἀξιωθέντα μεγάλης δόξης, καὶ πολλὰ προσεξευρόντα, τυχεῖν ἰσοθέων τιμῶν. κατὰ γὰρ μίαν τῶν πρὸς τῇ Μέμφει νήσων ἔτι καὶ νῦν ἱερὸν εἶναι Δαιδάλου τιμώμενον ὑπὸ τῶν ἐγχωρίων.