Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
“Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος στοιχεῖα τὲσσαρα, πῦρ, ὕδωρ, αἰθέρα, γαῖαν· αἰτίαν δὲ τούτων φιλίαν καὶ νεῖκος. ἐκπρώτης φησὶ τῆς τῶν στοιχείων κράσεως ἀποκριθέντα τὸν ἀέρα περιχυθῆναι κύκλῳ, μετὰ
“Μητρόδωρος ὁ Χῖος ἀίδιον εἶναί φησι τὸ πᾶν, ὅτι εἰ ἦν γενητὸν, ἐκ τοῦ μὴ ὄντος ἂν ἦν· ἄπειρον δὲ, ὅτι ἀΐδιον, οὐ γὰρ ἔχειν ἀρχὴν ὅθεν ἤρξατο, οὐδὲ πέρας, οὐδὲ τελευτήν· ἀλλ’ οὐδὲ κινήσεως μετέχειν τὸ πὰν. κινεῖσθαι γὰρ ἀδύνατον, μὴ μεθιστάμενον· μεθίστασθαι δὲ ἀναγκαῖον ἤτοι εἰς πλῆρες ἢ εἰς κενόν. πυκνούμενον δὲ τὸν αἰθέρα ποιεῖν νεφέλας, εἶτα ὕδωρ, ὃ καὶ κατιὸν ἐπὶ τὸν ἥλιον σβεννύναι αὐτόν· καὶ πάλιν ἀραιούμενον ἐξάπτεσθαι. χρόνῳ δὲ πήγνυσθαι τῷ ξηρῷ τὸν ἥλιον, καὶ ποιεῖν ἐκ τοῦ λαμπροῦ ὕδατος ἀστέρας, νύκτα τε καὶ ἡμέραν ἐκ τῆς σβέσεως καὶ ἐξάψεως, καὶ καθόλου τὰς ἐκλείψεις ἀποτελεῖν.”
“ Διογενὴς ὁ Ἀπολλωνιάτης ἀέρα ὑφίσταται στοιχεῖον· κινεῖσθαι δὲ τὰ πάντα, ἀπείρους τε εἷναι
Τοιαύτη καὶ τῶν πανσόφων Ἑλλήνων τῶν δὴ φυσικῶν φιλοσόφων ἐπικληθέντων ἡ περὶ τῆς συστάσεως τοῦ παντὸς καὶ τῆς πρώτης κοσμογονίας διάληψις, οὐ δημιουργὸν ἢ ποιητήν τινα τῶν ὅλων ὑποστησαμένων, ἀλλ’ οὐδ’ ὅλως θεοῦ μνήμην ποιησαμένων, μόνῃ δὲ τῇ ἀλόγῳ φορᾷ καὶ τῇ αὐτομάτῳ κινήσει τὴν αἰτίαν τοῦ παντὸς ἀνατεθειμένων.
τοσαύτη δὲ αὐτῶν καὶ ἡ πρὸς ἀλλήλους ἐναντιότης, ἐν μὲν οὐδενὶ ἀλλήλοις συμπεφωνηκότων, μάχης δὲ καὶ διαφωνίας τὰ πάντα ἀναπεπληρωκότων. ὅθεν καὶ ὁ θαυμάσιος Σωκράτης τουτουσὶ πάντας μωραίνοντας ἀπήλεγχε, καὶ μαινομένων κατ’ οὐδὲν ἔλεγε διαφέρειν, εἰ δή σοι μάρτυς ἀξιόχρεως Ξενοῶν ἐν Ἀπομνημονεύμασι λέγων οὓτως
“Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς βὲς οὐδὲ ἀνόσιον οὔτε πράττοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς ἁπάντων φύσεως, ἢ περὶ τῶν ἄλλων, ὡς οἶ πλεῖστοι, διελέγετο, σκοπῶν ὃπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει, καὶ τίσιν ἀνάγκαις ἕκαστα γίγνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυε.”
Καὶ ἐπιλέγει ἑξῆς
‘‘δὲ εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν [*](19 Ξενοφῶν] Μemor. 1, 1, 11.)
Ταῦθ’ ὁ Σωκράτης, ὡς ὁ Ξενοφῶν μαρτυρεῖ. συνᾴδει δὲ καὶ ὁ Πλάτων’ τούτοις ἐν τῷ Περὶ ψυχῆς τοιάδε λέγοντα αὐτὸν ἀναγράφων
“Ἐγὼ γὰρ, ἔφη, ὠ Κέβης, νέος ὢν θαυμαστῶς ὡς ἐπεθύμησα ταύτης τῆς σοφίας, ἣν δὴ καλοῦσι περὶ φύσεως ἱστορίαν· ὑπερήφανον γάρ μοι εἶναι ἐδόκει εἰδέναι τὰς αἰτίας ἑκάστου, διὰ τί γίνεται ἕκαστον, καὶ διὰ τί ἀπόλλυται, καὶ διὰ τί ἔστι· καὶ πολλάκις ἐμαυτὸν ἄνω κάτω μετέβαλλον, σκοπῶν πρῶτον τὰ τοιάδε· ἆρ’ ἐπειδὰν τὸ θερμὸν καὶ τὸ ψυχρὸν σηπεδόνα τινὰ λάβῃ, ὥς τινες ἔλεγον, τότε ἤδη τὰ ζῷα ξυντρέφεται· καὶ πότερον τὸ αἷμά ἐστιν ᾧ φρονοῦμεν, ἢ ὁ ἀὴρ, ἢ τὸ πῦρ· ἢ τούτων μὲν οὐδὲν, ὁ δ’ ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων ’τον ὁρᾶν καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσς τὸ ἠρεμεῖν κατὰ ταῦτα γίνεσθαι ἐπιστήμην.
καὶ αὖ τούτων τὰς φθορὰς σκοπῶν, καὶ τὰ περὶ [*](14 Πλάτων’] Phaedon. p. 96 a.)
Ταῦτα Σωκράτης αὐτὸς ἐκεῖνος ὁ πᾶσιν ἀοίδιμος Ἓλλησιν ὅτε τοίνυν καὶ τῷ τηλικούτῳ φιλοσόφῳ τοιάδε εἶναι ἐδόκει τὰ τῆς τῶν δηλωθέντων φυσιολογίας, εἰκότως μοι δοκῶ καὶ ἡμᾶς τὴν τούτων ἁπάντων ἀθεότητα παρῃτῆσθαι, ἐπεὶ καὶ τὰ τῆς πολυθέου πλάνης αὐτῶν οὐκ εοικεν εἶναι ἀλλότρια τῶν εἰρημένων. τοῦτο μὲν οὖν ἐπὶ καιροῦ τοῦ προσήκοντος ἐλεγχθήσεται, καθ’ ὃν ἀποδείξομεν ὅτι πρῶτος Ἑλλήνων Ἀναξαγόρας νοῦν ἐπιστῆσαι τῇ τοῦ παντὸς αἰτίᾳ μνημονεύεται νῦν δέ μοι ἐπὶ τὸν Διόδωρον μετάβα, καὶ σκόπει οἷα περὶ τῆς πρώτης τῶν ἀνθρώπων θεολογίας ἱστορεῖ