Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τὴν δὲ γῆν ἀεὶ μᾶλλον στερεουμένην ὑπό τε τοῦ περὶ τὸν ἥλιον πυὸς καὶ τῶν πνευμάτων τὸ τελευταῖον μηκέτι δύνασθαι μηδὲν τῶν μειζόνων ζωογονεῖν, ἀλλ’ ἐκ τῆς πρὸς ἄλληλα μίξεως ἕκαστα γεννᾶσθαι τῶν ἐμψύχων.

ἔοικε δὲ περὶ τῆς τῶν ὅλων φύσεως οὐδ’ Εὐριπίδης διαφωνεῖν τοῖς προειρημένοις, μαθητὴς ὣν Ἀναξαγόρου τοῦ φυσικοῦ. ἐν γὰρ τῇ Μελανίππῃ τίθησιν οὕτως

  • ὡς οὐρανός τε γαῖά τ’ ἢν μορφὴ μία·
  • ἐπεὶ δ’ ἐχωρίσθησαν ἀλλήλων δίχα,
  • v.1.p.24
  • τίκτουσι πάντα, κἀνέδωκαν εἰς φάος
  • δένδρη, πετεινὰ, θῆρας, οὕς θ’ ἅλμη τρέφει,
  • γένος τε θνητῶν.”
  • Καὶ περὶ μὲν τῆς πρώτης τῶν ὅλων γενέ- σεως τοιαῦτα παρειλήφαμεν· τοὺς δὲ ἐξ ἀρχῆς γεννηθέντας τῶν ἀνθρώπων φασὶν ἐν ἀτάκτῳ καὶ θηριώδει βίῳ καθεστῶτας σποράδην ἐπὶ τὰς νομὰς ἐξιέναι, καὶ προσφέρεσθαι τῆς τε βοτάνης τὴν προσηνεστάτην καὶ τοὺς αὐτομάτους ἀπὸ τῶν δένδρων καρπούς· καὶ πολεμουμένους μὲν ὑπὸ τῶν θηρίων ἀλλήλοις βοηθεῖν ὑπὸ τοῦ συμφέροντος διδασκομένους, ἀθροιζομένους δὲ διὰ τὸν φόβον ἐπιγινώσκειν ἐκ τοῦ κατὰ μικρὸν τοὺς ἀλλήλων τύπους·

    τῆς φωνῆς δὲ ἀσήμου καὶ συγκεχυμένης ὑπαρχούσης ἐκ τοῦ κατ’ ὀλίγον διαρθροῦν τὰς λέξεις, καὶ πρὸς ἀλλήλους τιθέντας σύμβολα περὶ ἑκάστου τῶν ὑποκειμένων γνώ- ριμον σφίσιν αὐτοῖς ποιήσαι τὴν περὶ ἁπάντων ἑρμηνείαν.

    τοιούτων δὲ συστημάτων γινομένων καθ’ ἅπασαν τὴν οἰκουμένην, οὐχ ὁμόφωνον πάντας ἔχειν τὴν διάλεκτον, ἑκάστων ὡς ἔτυχεν συνταξάντων τὰς λέξεις· διὸ καὶ παντοίους τε ὑπάρξαι χαρακτῆρας διαλέκτων καὶ τὰ πρῶτα γενόμενα συστήματα τῶν ἁπάντων ἐθνῶν ἀρχέγονα γενέσθαι.

    τοὺς οὖν πρώτους τῶν ἀνθρώπων μηδὲν τῶν πρὸς τὸν βίον χρησίμων εὑρημένων ἐπιπόνως διάγειν, γυμνοὺς μὲν ἐσθῆτος ὄντας, οἰκήσεως δὲ καὶ πυρὸς ἀήθεις, τροφῆς δ’ ἡμέρου παντελῶς ἀνεννοήτους. καὶ γὰρ τὴν συγκομιδὴν τῆς ἀγρίας τροφῆς ἀγνοοῦντας μηδεμίαν τῶν καρπῶν εἰς τὰς ἐνδείας ποιεῖσθαι παράθεσιν· διὸ καὶ πολλοὺς αὐτῶν ἀπόλλυσθαι κατὰ τοὺς χειμῶνας διά τε τὸ ψῦχος καὶ τὴν σπάνιν τῆς τροφῆς.

    ἐκ δὲ τούτου κατ’ ὀλίγον ὑπὸ τῆς πείρας

    v.1.p.25
    διδασκομένους εἴς τε τὰ σπήλαια καταφεύγειν ἐν τῷ χειμῶνι καὶ τῶν καρπῶν τοὺς φυλάττεσθαι δυναμένους ἀποτίθεσθαι. γνωσθέντος δὲ τοῦ πυρὸς καὶ τῶν ἄλλων χρησίμων κατὰ μικρὸν καὶ τὰς τέχνας ἐξευρεθῆναι καὶ τὰ ἄλλα τὰ δυνάμενα τὸν κοινὸν βίον ὠφελῆσαι.

    καθόλου γὰρ πάντων τὴν χρείαν αὐτὴν διδάσκαλον γενέσθαι τοῖς ἀνθρώποις ὑφηγουμένην οἰκείως τὴν ἑκάστου μάθησιν εὐφυεῖ ζῴῳ καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ ψυχῆς ἀγχίνοιαν. καὶ περὶ μὲν τῆς πρώτης γενέσεως τῶν ἀνθρώπων καὶ τοὐ παλαιοτάτου βίου τοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, στοχαζόμενοι τῆς συμμετρίας.”

    Τοσαῦτα μὲν ὁ δηλωθεὶς συγγραφεὺς, οὐδὲ μέχρις ὀνόματος τοῦ θεοῦ μνημονεύσας ἐν τῇ κοσμογοίᾳ, συντυχικὴν δέ τινα καὶ αὐτόματον εἰσηγησάμενος τὴν τοῦ παντὸς διακόσμησιν. τούτῳ δ’ ἂν εὓροις συμφώνους καὶ τοὺς πλείστους τῶν παρ’ Ἕλλησι φιλοσόφων, ὧν ἐγώ σοι τὰς περὶ ἀρχῶν δόξας καὶ τὰς πρὸς ἀλλήλους διαστάσεις καὶ διαφωνίας, ἐκ στοχασμῶν, ἀλλ’ οὐκ ἀπὸ καταλήψεως ὁρμηθείσας, ἀπὸ τῶν Πλουτάρχου Στρωματέων ἐπὶ τοῦ παρόντος ἐκθήσομαι. σὺ δὲ μὴ παρέργως, σχολῇ δὲ καὶ μετὰ λογισμοῦ θέα τῶν δηλουμένων τὴν πρὸς ἀλλήλους διάστασιν.