Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
οἷον, φέρε εἰπεῖν, τὰς περὶ ἀθανασίας ψυχῆς, καὶ ζωῆς τῆς παρὰ τῷ θεῷ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν τοῖς θεοφιλέσιν ἀποκειμένης, δι’ ἣν τοῦ προσκαίρου τούτου ζῆν καταφρονεῖν ἐμελέησαι· ὥστε ἀποδεῖξαι παῖδας τοὺς πώποτε ἐπὶ φιλοσοφίᾳ διαβοηθέντας, καὶ παίγνιον τὸν θρυλούμενον ἐκεῖνον θάνατον, ἀνὰ στόμα πάντων φιλοσόφων ᾀδόμενον· θηλειῶν παρ’ ἡμῖν καὶ κομιδῇ παίδων βαρβάρων τε ἀνδρῶν καὶ εὐτελῶν τῷ δοκεῖν τῇ τοῦ σωτῆρος ἡμῶν δυνάμει τε καὶ συνεργίᾳ τὸν περὶ ψυχῆς ἀθανασίας λόγον ἔργοις πρότερον ἢ ῥήμασιν ἐπαληθεύοντα δειξάντων.
οἷον δὲ καὶ τὸ καθόλου πάντας ἀνθρώπους, τοὺς ἐν πάσι τοῖς ἐθνεσιν, ἐκ τῶν τοῦ σωτῆρος ἡμῶν μαθημάτων περὶ θεοῦ προνοίας, ὡς ἐφορώσης τὰ σύμπαντα, ὑγιῶς καὶ ἐρρωένως φρονεῖν παιδεύεσθαι, καὶ τὸ πᾶσαν ψυ-
Κεφάλαιον δὲ τῆς πρώτης καὶ μεγίστης εὐεργεσίας τοῦ σωτηρίου λόγου γνοίης ἂν, εἰ ἐν νῷ λάβοις τὴν δεισιδαίμονα πλάνην τῆς παλαιᾶς εἰδωλο- λατρίας, ᾗ τὸ σύμπαν ἀνθρώπων γένος δαιμόνων ἀνάγκαις πάλαι πρότερον κατετρύχετο· ἧς ὥσπερ ἀπὸ σκοτίας ζοφωδεστάτης Ἓλληνας ὁμοῦ ὁμοῦ καὶ βαρβάρους δυνάμει θείᾳ μεταστησάμενος ἐπὶ νοερὰν καὶ φωτεινοτάτην ἡμέραν τῆς ἀληθοῦς. εὐσεβείας τοῦ παμβασιλέως θεοῦ τοὺς πάντας μετηγάγετο.
καὶ τί χρὴ μηκύνειν ἀποδεικνύναι πειρωμένους ὅτι μὴ ἀλόγῳ πίστει ἑαυτοὺς ἀνεθήκαμεν, σώφροσι δὲ καὶ ὠφελίμοις λόγοις τὸν τῆς ἀληθοῦς εὐσεβείας τρόπον περιέχουσι; τῆς παρούσης ὑποθέσεως αὐτὸ δὴ τοῦτο κα- θόλου πραγματευομένης, τοὺς μὲν ἐπιτηδείως ἒχοντας ἕπεσθαι λόγων ἀποδείξεσι προτρέπομεν καὶ παρακαλοῦμεν φρονήσεως ἐπιμέλεσθαι, καὶ λογικώτερον τῶν δογμάτων τὰς ἀποδείξεις παραλαμβάνειν, ἑτοίμους τε εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ἡμᾶς τὸν λόγον τῆς καθ’ ἡμὰς ἐλπίδος.
ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, φιλανθρώπου τυγχάνοντος τοῦ λόγου, καί μηδένα μηδαμῶς ἀποτρεπομένου, πάντα δὲ ἄνθρωπον τοῖς καταλλήλοις ἰωμένου φαρμάκοις, καὶ τὸν ἀμαθῆ καὶ ἰδιώτην ἐπὶ τὴν τῶν τρόπων θε- ραπείαν παρακαλοῦντος, εἰκότως ἐν εἰσαγωγῇ τοὺς ἀρχομένους τῶν ἰδιωτικωτέρων γύναια καὶ παῖδας καὶ τὸ τῶν ἀγελαίων πλῆθος ἐπὶ τὸν εὐσεβῆ βίον χειραγωγοῦντες, ὡς ἐν φαρμάκου μοίρᾳ, τὴν ὑγιῆ πίστιν παραλαμβάνομεν, ὀρθὰς δόξας περὶ θεοῦ προνοίας καὶ περὶ ψυχῆς ἀθανασίας καὶ περὶ τοῦ κατ’
ἢ οὐχ οὕτως καὶ τοὺς τὰ σωμάτων κάμνοντας ἐπιστημόνως ἰωμένους ὁρῶμεν αὐτοὺς μὲν διὰ πλείστης ἀσκήσεως καὶ παιδείας τοὺς κατὰ ἰατρικὴν λόγους ἀνειληφότας καὶ πάντα λογικῶς χειρουργοῦντας, τούς γε μὴν ἐπὶ θεραπείᾳ προσιόντας αὐτοῖς πίστει ἑαυτοὺς καὶ τῇ τῶν χρηστοτέρων ἐλπίδι παρέχοντας, καὶ τῶν μὲν κατὰ τὴν ἐπιστήμην θεωρημάτων μηδὲν ἀκριβῶς ἐπαΐοντας, μόνης δὲ τῆς ἀγαθῆς ἐλπίδος τε καὶ πίστεως ἐξηρτημένους;
καὶ ὁ μὲν τῶν ἰατρῶν ἄριστος εἰς μέσον παρελθὼν ἅ τε χρὴ προφυλάττεσθαι καὶ ἃ προσήκει δρᾶν ὥσπερ τις ἄρχων καὶ κύριος μετ’ ἐπιστήμης προστάττει, ὁ δ’ ὡς βασιλεῖ καἰ νομοθέτῃ πείθεται, πιστεύων συνοίσειν αὐτῷ τὸ προστεταγμένον. οὕτω
καὶ μαθηταὶ παρὰ διδασκάλων παιδείας ἀποδέχονται, πιστεύσαντες ἀγαθὸν αὐτοῖς ἔσεσθαι τὸ μάθημα, ναὶ μὴν καὶ φιλοσοφίας οὐ πρό- τερόν τις ἐφάψαιτ’ ἂν ἢ πιστεύσας συνοίσειν αὐτῷ τὸ ἐπάγγελμα· καὶ ὁ μέν τις αὐτόθεν εἵλετο τὰ Ἑπικούρου, ὁ δὲ τὸν κυνικὸν ζηλοῖ βίον, ἄλλος κατὰ Πλάτωνα φιλοσοφεῖ, κατ’ Ἀριστοτέλην ἕτερος, καὶ πάλιν ἄλλος πάντων τὰ Στωïκὰ προετίμησεν, ἑκάστου χρηστοτέρᾳ ἐλπίδι τε καὶ πίστει τὸ δόξαν ὡς συνοῖσον ἀγαπήσαντος.
οὕτω καὶ τέχνας ἂνθωποι τὰς μέσας μετῆλθον, καὶ ἄλλοι τὸν στρατιωτικὸν, ἂλλοι δὲ τὸν ἐμπορικὸν βίον, πίστει πάλαι προειληφότες βιοποιστικὸν αὐτοῖς ἔσεσθαι τὸ ἐπιτήδευμα. καὶ γάμων δὲ αἶ πρῶται σύνοδοι καὶ κοινωνίαι τῆς κατὰ παιδοποιίαν ἐλπίδος ἐξ ἀγαθῆς ἐνήρξαντο πίστεως.
καὶ πλεῖ τις αὖθις εἰς ἄδηλον, οὐδ’ ἄλλην προβεβλημένος τῆς σωτηρίας ἄγκυραν ἢ μόνην τὴν πίστιν καὶ τὴν ἀγαθὴν ἐλπίδα· καὶ γεωργεῖ πάλιν