Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τί οὖν ἂν γένοιτο τὸ καθ’ ἡμᾶς ξένον, καὶ τίς ὁ νεωτερισμὸς τοῦ βίου; πῶς δ’ οὐ πανταχόθεν δυσσεβεῖς ἂν εἶεν καὶ ἄθεοι οἱ τῶν πατρίων ἐθῶν ἀποστάντες, δι’ ὧν πᾶν ἔθνος καὶ πᾶσα πόλις συνέστηκεν; ἢ τί καλὸν ἐλπίσαι εἰκὸς τοὺς τῶν σωτηρίων ἐχθροὺς καὶ πολεμίους καταστάντας καὶ τοὺς εὐεργέτας παρωσαμένους; καὶ τί γὰρ ἄλλο ἢ θεομαχοῦντας ;

ποίας δὲ καὶ ἀξιωθήσεσθαι συγγνώμης τοὺς ἐξ αἰῶνος μὲν παρὰ πᾶσιν Ἓλλγσι καὶ βαρβάροις κατά τε πόλεις καὶ ἀγροὺς παντοίοις ἱεροῖς καὶ τελεταῖς καὶ μυστηρίοις πρὸς ἁπάντων ὁμοῦ βασιλέων τε καὶ νομοθετῶν καὶ φιλοσόφων θεολογουμένους· ἀποστραφέντας, ἐλομένους δὲ τὰ ἀσεβῆ καὶ ἄθεα τῶν ἐν ἀνθρώποις; ποίαις δ’ οὐκ ἂν ἐνδίκως ὑποβληθεῖεν τιμωρίαις οἶ τῶν μὲν πατρίων φυγάδες, τῶν δ’ ὀθνείων καὶ παρὰ πᾶσι διαβεβλημένων Ἰουδαïκῶν μνθολογημάτων γενόμενοι ζηλωταί;

πῶς δ’ οὐ μοχθηρίας εἶναι καὶ εὐχερείας ἐσχάτης τὸ μεταθέσθαι μὲν εὐκόλως τὰ τῶν οἰκείων, ἴ’ ἀλόγῳ δὲ καὶ ἀνεξετάστῳ πίστει τὰ τῶν δυσσεβῶν καὶ πᾶσιν ἔθνεσι πολεμίων ἑλέσθαι, καὶ μηδ’ αὐτῷ τῷ παρὰ Ἰουδαίοις τιμωμένῳ θεῷ κατὰ τὰ παρ’ αὐἀνοδίαν τοῖς προσανέχειν νόμιμα, καινὴν δέ τινα καὶ ἐρήμην ἑαυτοῖς συντεμεῖν, μήτε τὰ Ἑλλήνων μήτε τὰ Ἰουδαίων φυλάττουσαν ;

Ταῦτα μὲν οὗν εἰκότως ἄν τις Ἑλλήνων, μηδὲν ἀληθὲς μήτε τῶν οἰκείων μήτε τῶν καθ’ ἡμᾶς ἐπαί·ων, πρὸς ἡμᾶς ἀπορήσειεν. ἐπιμέμψαιντο δ’ ἂν ἡμῖν καὶ Εβραίων παῖδες, εἰ δὴ ἀλλόφυλοι ὄντες καὶ ἀλλογενεῖς

v.1.p.6
ταῖς αὐτῶν βίβλοις ἀποχρώμεθα μηδὲν ἡμῖν προσῇ κούσαις, ὅτι τε ἀναιδῶς, ὡς ἂν αὐτοὶ φαῖεν, καὶ ἀναισχύντως ἑαυτοὺς μὲν εἰσωθοῦμεν, τοὺς δὲ οἰκείους καὶ ἐγγενεῖς τῶν αὐτοῖς πατρίων ἐξωθεῖν παραβιαζόμεθα.

εἴτε γάρ τις εἰη Χριστὸς θεσπιζόμενος, ἀλλὰ Ἰουδαίων ἦσαν προφῆται οἱ τούτου τὴν ἄφιξιν προκηρύξαντες, οἱ καὶ λυτρωτὴν καὶ βασιλέα Ἰουδαίων ἥξειν αὐτὸν, οὐχὶ δὲ τόν ἀλλοφύλων ἐθνῶν κατήγγειλαν· εἴτε τινὰ ἄλλα φαιδρότερα περιέχουσιν αἱ γραφαὶ, καὶ ταῦτα Ἰουδαίοις ἀναφωνεῖσθαι, ὧν οὐκ εὑ πράττοντας παρακούειν ἡμὰς.

καὶ σφόδρα ἀτόπως τοὺς μὲν κατὰ τοῦ ἔθνους ἐφ’ οἷς ἡμάρτανον ἐλέγχους εὑ μάλα ἁρπαλέως ἀποδέχεσθαι, τὰς δὲ τῶν ἀγαθῶν πάλιν αὐτοῖς θεσπιζομένας ἐπαγγελίας ἀποσιωπᾶν, μᾶλλον δὲ ἐκβιάζεσθαι καὶ ἑαυτοὺς μεταφέρειν, ἄντικρυς πλεονεκτοῦντας καὶ οὐδὲν πλέον ἢ ἑαυτοὺς ἐξαπατῶντας.

τὸ δ’ οὖν ἀπάντων παραλογώτατον, ὅτι μηδὲ τὰ νόμιμα παραπλησίως αὐτοῖς περιέποντες, ἀλλὰ προφανῶς παρανομοῦντες, τὰς ἐπηγγελμένας τοῖς τῶν νόμων φύλαξι χρηστοτέρας ἀμοιβὰς εἰς ἑαυτοὺς ἐπισπώμεθα.

Τούτων εὐλόγως ἂν ἡμῖν ἐν πρώτοις ἀπορηθέντων, φέρε τὸν τῶν ὅλων θεὸν διὰ τοῦ σωτῆρος ἡμῶν, τοῦ αὐτοῦ λόγου, ὡς δι’ ἀρχιερέως ἐπικαλεσάμενοι τὸ πρῶτον τῶν προτεθέντων ἀποκαθάρωμεν, συκφάντας προαποδείξαντες τοὺς μηδὲν ἔχειν ἡμᾶς δι’ ἀποδείξεως παριστάναι, ἀλόγῳ δὲ πίστει προσέχειν ἀποφηναμένους.

αὐτόθεν δὴ οὖν τοῦτο καὶ οὐκ ἐκ μακροῦ διελέγξομεν, ἔκ τε ὧν χρώμεθα πρὸς τοὺς ἐπὶ διδασκαλίᾳ τῶν καθ’ ἡμᾶς λόγων προσιόντας ἀποδείξεων, καὶ τῶν πρὸς τοὺς ἀντιδιατιθεμένους ἡμῖν ἐν ταῖς λογικωτέραις ζητήσεσιν ἀντιρρήσεων, δι’

v.1.p.7
ὧν τε φιλοτιμούμεθα ποιεῖσθαι ἀγράφων τε καὶ ἐγ- γράφων ἰδίᾳ τε καὶ πρὸς ἕκαστον τῶν ἐρωτώντων καὶ κοινῇ πρὸς τὰ πλήθη διαλέξεων·

ναὶ μὴν καὶ διὰ τῶν ἐν χερσὶ συγγραμμάτων τὴν καθόλου πραγματείαν περιεχόντων τῆς εὐαγγελικῆς ἀποδείξεως, ἐν ᾗ πᾶσαν τὴν ἐκ θεοῦ χάριν καὶ τὴν οὐράνιον εὐεργεσίαν ὁ παρὼν λόγος πάντας ἀνθρώπους εὐαγγελίζεται, τὴν κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ οἰκονομίαν λογικώτεον διὰ πλείστων καὶ ἐναργῶν ἀποδείξεων πιστούμενος.

ἐσπούδασται μὲν οὑν πλείστοις τῶν πρὸ ἡμῶν πολλή τις ἄλλη πραγματεία, τοτὲ μὲν ἐλέγχους καὶ ἀντιρρήσεις τῶν ἐναντίων ἡμῖν λόγων συνταξαμένοις, τοτὲ δὲ τὰς ἐνθέους καὶ ἱερὰς γραφὰς ἐξηγητικοῖς ὑπομνήμασι καὶ ταῖς κατὰ μέρος ὁμιλίαις διερμηνεύσασι τοτὲ δὲ τοῖς καθ’ ἡμᾶς δόγμασιν ἀγωνιστικώτερον πρεσβεύσασιν.

καὶ μὴν ἰδίως ἡμῖν ἡ μετὰ χεῖρας ἐκπονεῖται πρόθεσις. πρῶτός γέ τοι παντων ὁ ἱερὸς ἀπόστολος Παῦλος τὰς μὲν ἀπατηλὰς καὶ σοφιστικὰς πιθανολογίας παραιτούμενος, ἀναμφι- λόγοις δὲ χρώμενος ταῖς ἀποδείξεσι, φησί που “καὶ ὁ λόγος ἡμῶν καὶ τὸ κήρυγμα οὐκ ἐν πειθοῖς ἀνθρωπίνης] σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δνυάμεως.” οἶς ἐπιλέγει “σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεδρυμμ;νην. καὶ αὖθις ἡ ἱκανότης ἡμῶν φησὶν ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης.’

εἰκότως δῆτα καὶ ἡμῖν ἅπασι παρήγ- γελται ἑτοίμους εἷναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντι ἡμᾶς λόγον περὶ τῆς ἐν ἡμῖν ἐλπίδος.

v.1.p.8
ὅθεν καὶ τῶν νέων συγγραφέων μυρίας ὅσας, ὡς εἴρηται, πανσόφους καὶ ἐναργεῖς μετὰ συλλογισμῶν ἀποδείξεις ὑπέρ τε τοὐ καθ᾿ ἡμᾶς γραφείσας λόγου διαγνῶναι πάρεστιν, ὑπομνήματά τε οὐκ ὀλίγα εἰς τὰς ἱερὰς καὶ ἐνθέους γραφὰς πεπονημένα, τὸ ἀψευδὲς καὶ ἀδιάπτωτον τῶν ἀρχῆθεν καταγγειλάντων ἡμῖν τὸν τῆς θεοσεβείας λόγον γραμμικαῖς ἀποδείξεσιν παριστῶντα.

πλὴν ἀλλὰ περιττοὶ λόγοι πάντες, ὧν ἐναργῆ καὶ σαφέστερα τὰ ἔργα, ἅπερ ἡ θεία καὶ οὐράνιος τοῦ σωτῆρος ἡμῶν δύναμις, πάντας ἀνθρώπους τὴν ἔνθεον καὶ οὐράνιον ζωὴν εὐαγγελιζομένη, διαρρήδην εἰσέτι καὶ νῦν ἐπιδείκνυται.

αὐτίκα γοῦν τὴν διδασκαλίαν αὐτοῦ κηρυχθήσεσθαι καθ᾿ ὅλης τῆς ἀνθρώπων οἰκουμένης εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι θεσπίσαντος, τήν τε ὕστερόν ποτε τῇ αὐτοῦ δυνάμει συστᾶσαν ἐξ ἁπάντων τῶν ἐθνῶν ἐκκλησίαν, οὔπω τότε καθ᾿ οὓς ἐνηνθρωπήκει χρόνους ὁρωμένην οὐδὲ συνεστῶσαν, ἐνθέῳ προγνώσει ἀήττητον καὶ ἀκατάπληκτον ἔσεσθαι, καὶ μηδεπώποτε ὑπὸ θανάτου νικηθήσεσθαι, ἑστάναι δὲ καὶ μένειν ἄσειστον, ὡς ἂν ἐπ᾿ ἀσείστῳ καὶ ἀρραγεῖ πέτρᾳ τῇ αὐτοῦ δυνάμει βεβηκυῖάν τε καὶ ἐρριζωμένην, ἀποφηναμένου, ὑπὲρ πάντα λόγον τὸ τῆς προρρήσεως ἀποτέλεσμα εἰκότως πᾶν ἄθυρον ἀποφράξειεν ἂν στόμα τῶν ἀναισχυντεῖν ἀναιδῶς παρεσκευασμένων.

τίς γὰρ οὐκ ἀλήθειαν ὁμολογήσειεν ἂν τῇ προρρήσει, τῶν πραγμάτων ἐναργῶς οὕτως μονονουχὶ φωνὴν ἀφιέντων ὅτι δὴ θεοῦ δύναμις , ἀλλ᾿ οὐκ ἀνθρωπεία φύσις ἦν ἡ ταῦτα τοῦτον ἐσόμενα τὸν τρόπον πρὸ τοῦ γενέσθαι θεασαμένη, προφήσασά τε καὶ ἔργοις ἐπιτελέσασα;

πεπλήρωκε γοῦν τὴν σύμπασαν, ὅσην ὁ ἥλιος ἐφορᾷ, ἡ τοῦ κατ᾿ αὐτὸν εὐαγγελίου φή-

v.1.p.9
μὴ, καὶ πάντα τὰ ἔθνη διέδραμεν, εἰσέτι τε νῦν αὔξει καὶ ἐπιδίδωσι τὰ περὶ αὐτοῦ κηρύγματα ταῖς αὐτοῦ φωναῖς ἀκολούθως.

ἥ τε ὀνομαστὶ προθεσπι- σθεῖσα ἐκκλησία αὐτοῦ ἕστηκε κατὰ κράτος ἐρριζωμένη, καὶ μέχρις οὐρανίων ἀψίδων εὐχαῖς ὁσίων καὶ θεοφιλῶν ψυχῶν μετεωριζομένη, δοξαζομένη τε ὁσημέραι, καὶ εἰς ἅπαντας τὸ νοερὸν καὶ ἔνθεον φῶς τῆς ὑπ’ αὐτοῦ καταγγελθείσης εὐσεβείας ἀπαστράπτουσα, οὐδαμῶς τε τοῖς ἐχθροῖς ἡττωμένη καὶ ὑπείκουσα, ἀλλ’ οὐδὲ ταῖς τοῦ θανάτου πύλαις ὑποχωροῦσα· διὰ μίαν ἐκείνην ἣν αὐτὸς ἀπεφήνατο λέξιν, εἰπὼν ‘‘ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.’·

καὶ ἄλλα δὲ μυρία πρὸς τοῦ σωτῆρος ἡμῶν λεχθέντα τε καὶ προρρηθέντα ἐν οἰκείᾳ συναγαγόντες ὑποθέσει, ταῖς ἐνθέοις αὐτοῦ προγνώσεσι τὰς τῶν πραγμάτων ἀποβάσεις συμφώνους παραστήσαντες, ἀναμφίλεκτον τῶν· περὶ αὐτοῦ δοξαζομένων ἡμῖν τὴν ἀλήθειαν ἐπιδείκνυμεν.