Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ταῦτα πρόπαλαι θείοις χρησμοῖς ἀνακείμενα νῦν εἰς ἡμᾶς αὐτοὺς διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας πέφηνεν, ὡς τὴν πάλαι κηρυττομένην τε καὶ τοῖς μὴ τούτων ἀπείροις προσδοκωμένην τῶν ἐθνῶν ἁπάντων θεογνωσίαν εἰκότως ἡμῖν τὸν ἔναγχος ἐξ οὐρανοῦ παρόντα λόγον εὐαγγελίζεσθαι, ταῖς τῶν παλαιῶν φωναῖς τὰ διὰ τῶν ἔργων ἀποτελέσματα συντρέχειν ἐπιδεικνύμενον.

Ἀλλὰ γὰρ τί χρὴ σπεύδειν φθάνοντα τῇ προ- θυμίᾳ τὴν τῶν διὰ μέσου λόγων ἀκολουθίαν, ἀναλα-

v.1.p.4
βεῖν ἐξ ὑπαρχῆς δέον καὶ τὰ ἐμποδὼν ἅπαντα δια- λύσασθαι; ἐπειδὴ γὰρ τὸν χριστιανισμόν τινες οὐδένα λόγον ἀποσώζειν, ἀλόγῳ δὲ πίστει καὶ ἀνεξετάστῳ συγκαταθέσει τοὺς τῆς προσηγορίας ἐφιεμένους τὸ δόξαν κυροῦν ὑπειλήφασιν, μηδένα φάσκοντες δύνασθαι δι’ ἀποδείξεως ἐναργοῦς παρέχειν τεκμήριον τῆς ἐν τοῖς ἐπαγγελλομένοις ἀληθείας, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς προσιόντας, παρ’ ὃ καὶ πιστοὺς χρηματίζειν, τῆς ἀκρίτου χάριν καὶ ἀβασανίστου πίστεως, εἰκότως ἐπὶ τήνδε καθεὶς τὴν πραγματείαν τῆς εὐαγγελικῆς ἀποδείξεως, εἰς προκατασκευὴν τῆς ὅλης ὑποθέσεως, ἡγοῦμαι δεῖν βραχέα προδιαλαβεῖν περὶ τῶν ζητηθέντων ἂν πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομῆς, παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετάσεως τὰ καθ’ ἡμὰς διερευνωμένου.

ταύτῃ γάρ μοι δοκῶ τὸν λόγον έν τάξει χωρήσεινἰς τὴν ἐντελεστέραν τῆς εὐαγγελικῆς ἀποδείξεως διδασκαλίαν καὶ τὴν τῶν βαθυτέρων δογμάτων κατανόησιν, εἰ τὰ τῆς προπαρασκευῆς ἡμῖν πρὸ ὁδοῦ γένοιτο, στοιχειώσεως καὶ εἰσαγωγῆς ἐπέχοντα τόπον, καὶ τοῖς ἐξ ἐθνῶν ἄρτι προσιοῦσιν ἐφαρμόττοντα· τὰ δὲ μετὰ ταῦτα, τοῖς ἐνθένδε διαβεβηκόσι καὶ τὴν ἕξιν ἤδη πάρεσκευασμένοις εἰς τὴν τῶν κρειττόνων παραδοχὴν τὴν ἀκριβῆ γνῶσιν παραδώσει τῶν συνεκτικωτάτων τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τ·οῦ θεοῦμυστικῆς οἰκονομίας.

ἀρξώμεθα δὴ τῆς προπαρασκευῆς, τὰ πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομής,παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετάσεως τὰ καθ’ ἡμᾶς δι’ ἐρευνωμένου λεχθησόμενα προσάγοντες.

Πρῶτον μὲν γὰρ εἰκότως ἄν τις διαπορήσειε τίνες ὄντες ἐπὶ τὴν γραφὴν παρεληλύθαμεν, πότερον Ἓλληνες ἢ βάρβαροι, ἢ τί ἂν γένοιτο τούτων μέσον,

v.1.p.5
καὶ τίνας ἑαυτοὺς εἶναί φαμεν, οὐ τὴν προσηγορίαν, ὅτι καὶ τοῖς πᾶσιν ἔκδηλος αὕτη, ἀλλὰ τὸν τρόπον καὶ τὴν προαίρεσιν τοῦ βίου · οὔτε γὰρ τὰ ‘Eλλήνων φρονοῦντας ὁρᾶν οὔτε τὰ βαρβάρων ἐπιτηδεύοντας.

τί οὖν ἂν γένοιτο τὸ καθ’ ἡμᾶς ξένον, καὶ τίς ὁ νεωτερισμὸς τοῦ βίου; πῶς δ’ οὐ πανταχόθεν δυσσεβεῖς ἂν εἶεν καὶ ἄθεοι οἱ τῶν πατρίων ἐθῶν ἀποστάντες, δι’ ὧν πᾶν ἔθνος καὶ πᾶσα πόλις συνέστηκεν; ἢ τί καλὸν ἐλπίσαι εἰκὸς τοὺς τῶν σωτηρίων ἐχθροὺς καὶ πολεμίους καταστάντας καὶ τοὺς εὐεργέτας παρωσαμένους; καὶ τί γὰρ ἄλλο ἢ θεομαχοῦντας ;

ποίας δὲ καὶ ἀξιωθήσεσθαι συγγνώμης τοὺς ἐξ αἰῶνος μὲν παρὰ πᾶσιν Ἓλλγσι καὶ βαρβάροις κατά τε πόλεις καὶ ἀγροὺς παντοίοις ἱεροῖς καὶ τελεταῖς καὶ μυστηρίοις πρὸς ἁπάντων ὁμοῦ βασιλέων τε καὶ νομοθετῶν καὶ φιλοσόφων θεολογουμένους· ἀποστραφέντας, ἐλομένους δὲ τὰ ἀσεβῆ καὶ ἄθεα τῶν ἐν ἀνθρώποις; ποίαις δ’ οὐκ ἂν ἐνδίκως ὑποβληθεῖεν τιμωρίαις οἶ τῶν μὲν πατρίων φυγάδες, τῶν δ’ ὀθνείων καὶ παρὰ πᾶσι διαβεβλημένων Ἰουδαïκῶν μνθολογημάτων γενόμενοι ζηλωταί;

πῶς δ’ οὐ μοχθηρίας εἶναι καὶ εὐχερείας ἐσχάτης τὸ μεταθέσθαι μὲν εὐκόλως τὰ τῶν οἰκείων, ἴ’ ἀλόγῳ δὲ καὶ ἀνεξετάστῳ πίστει τὰ τῶν δυσσεβῶν καὶ πᾶσιν ἔθνεσι πολεμίων ἑλέσθαι, καὶ μηδ’ αὐτῷ τῷ παρὰ Ἰουδαίοις τιμωμένῳ θεῷ κατὰ τὰ παρ’ αὐἀνοδίαν τοῖς προσανέχειν νόμιμα, καινὴν δέ τινα καὶ ἐρήμην ἑαυτοῖς συντεμεῖν, μήτε τὰ Ἑλλήνων μήτε τὰ Ἰουδαίων φυλάττουσαν ;

Ταῦτα μὲν οὗν εἰκότως ἄν τις Ἑλλήνων, μηδὲν ἀληθὲς μήτε τῶν οἰκείων μήτε τῶν καθ’ ἡμᾶς ἐπαί·ων, πρὸς ἡμᾶς ἀπορήσειεν. ἐπιμέμψαιντο δ’ ἂν ἡμῖν καὶ Εβραίων παῖδες, εἰ δὴ ἀλλόφυλοι ὄντες καὶ ἀλλογενεῖς

v.1.p.6
ταῖς αὐτῶν βίβλοις ἀποχρώμεθα μηδὲν ἡμῖν προσῇ κούσαις, ὅτι τε ἀναιδῶς, ὡς ἂν αὐτοὶ φαῖεν, καὶ ἀναισχύντως ἑαυτοὺς μὲν εἰσωθοῦμεν, τοὺς δὲ οἰκείους καὶ ἐγγενεῖς τῶν αὐτοῖς πατρίων ἐξωθεῖν παραβιαζόμεθα.

εἴτε γάρ τις εἰη Χριστὸς θεσπιζόμενος, ἀλλὰ Ἰουδαίων ἦσαν προφῆται οἱ τούτου τὴν ἄφιξιν προκηρύξαντες, οἱ καὶ λυτρωτὴν καὶ βασιλέα Ἰουδαίων ἥξειν αὐτὸν, οὐχὶ δὲ τόν ἀλλοφύλων ἐθνῶν κατήγγειλαν· εἴτε τινὰ ἄλλα φαιδρότερα περιέχουσιν αἱ γραφαὶ, καὶ ταῦτα Ἰουδαίοις ἀναφωνεῖσθαι, ὧν οὐκ εὑ πράττοντας παρακούειν ἡμὰς.

καὶ σφόδρα ἀτόπως τοὺς μὲν κατὰ τοῦ ἔθνους ἐφ’ οἷς ἡμάρτανον ἐλέγχους εὑ μάλα ἁρπαλέως ἀποδέχεσθαι, τὰς δὲ τῶν ἀγαθῶν πάλιν αὐτοῖς θεσπιζομένας ἐπαγγελίας ἀποσιωπᾶν, μᾶλλον δὲ ἐκβιάζεσθαι καὶ ἑαυτοὺς μεταφέρειν, ἄντικρυς πλεονεκτοῦντας καὶ οὐδὲν πλέον ἢ ἑαυτοὺς ἐξαπατῶντας.

τὸ δ’ οὖν ἀπάντων παραλογώτατον, ὅτι μηδὲ τὰ νόμιμα παραπλησίως αὐτοῖς περιέποντες, ἀλλὰ προφανῶς παρανομοῦντες, τὰς ἐπηγγελμένας τοῖς τῶν νόμων φύλαξι χρηστοτέρας ἀμοιβὰς εἰς ἑαυτοὺς ἐπισπώμεθα.

Τούτων εὐλόγως ἂν ἡμῖν ἐν πρώτοις ἀπορηθέντων, φέρε τὸν τῶν ὅλων θεὸν διὰ τοῦ σωτῆρος ἡμῶν, τοῦ αὐτοῦ λόγου, ὡς δι’ ἀρχιερέως ἐπικαλεσάμενοι τὸ πρῶτον τῶν προτεθέντων ἀποκαθάρωμεν, συκφάντας προαποδείξαντες τοὺς μηδὲν ἔχειν ἡμᾶς δι’ ἀποδείξεως παριστάναι, ἀλόγῳ δὲ πίστει προσέχειν ἀποφηναμένους.

αὐτόθεν δὴ οὖν τοῦτο καὶ οὐκ ἐκ μακροῦ διελέγξομεν, ἔκ τε ὧν χρώμεθα πρὸς τοὺς ἐπὶ διδασκαλίᾳ τῶν καθ’ ἡμᾶς λόγων προσιόντας ἀποδείξεων, καὶ τῶν πρὸς τοὺς ἀντιδιατιθεμένους ἡμῖν ἐν ταῖς λογικωτέραις ζητήσεσιν ἀντιρρήσεων, δι’

v.1.p.7
ὧν τε φιλοτιμούμεθα ποιεῖσθαι ἀγράφων τε καὶ ἐγ- γράφων ἰδίᾳ τε καὶ πρὸς ἕκαστον τῶν ἐρωτώντων καὶ κοινῇ πρὸς τὰ πλήθη διαλέξεων·