Plutarchi vita

Vitae Homeri

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

1. Περιττὸν μὲν ἂν ἴσως δόξειέ τισι πολυπραγμονεῖν περὶ Ὁμήρου, ποίων τε ἦν γονέων καὶ πόθεν· ἐπεὶ μηδʼ αὐτὸς
ἠξίωσεν εἰπεῖν περὶ αὑτοῦ, ἀλλʼ οὕτως ἐγκρατῶς ἔσχεν ὡς μηδὲ τὴν ἀρχὴν τοῦ ὀνόματος ἐπιμνησθῆναι. ἐπεὶ δὲ ὡς πρὸς εἰσαγωγὴν τῶν ἀρχομένων παιδεύεσθαι χρήσιμος ἡ πολυπειρία, πειρασόμεθα εἰπεῖν ὅσα ἱστόρηται τοῖς παλαιοῖς περὶ αὐτοῦ.

Ἔφορος μὲν οὖν ὁ Κυμαῖος ἐν συντάγματι τῷ ἐπιγραφομένῳ Ἐπιχωρίῳ (fr. 164) Κυμαῖον αὐτὸν ἀποδεικνύναι πειρώμενος φησὶν ὅτι Ἀπελλῆς καὶ Μαίων καὶ Δῖος ἀδελφοὶ Κυμαῖοι τὸ γένος· ὧν Δῖος μὲν διὰ χρέα μετῴκησεν εἰς Ἄσκρην κώμην τῆς Βοιωτίας κἀκεῖ γήμας Πυκιμήδην ἐγέννησεν Ἡσίοδον· Ἀπελλῆς δὲ τελευτήσας ἐν τῇ πατρίδι Κύμῃ κατέλιπε θυγατέρα Κριθηίδα τοὔνομα, προστησάμενος αὐτῇ τὸν ἀδελφὸν Μαίονα· ὃς διακορεύσας τὴν προειρημένην καὶ τὴν ἀπὸ τῶν πολιτῶν ἐπὶ τῷ γεγονότι δείσας κατάγνωσιν, ἔδωκεν αὐτὴν πρὸς γάμον Φημίῳ τῷ Σμυρναίῳ, διδασκάλῳ γραμμάτων. φοιτῶσα δὲ αὐτὴ ἐπὶ τοὺς πλύνους οἳ ἦσαν παρὰ τῷ Μέλητι ἀπεκύησε τὸν Ὅμηρον ἐπὶ τῷ ποταμῷ, καὶ διὰ τοῦτο Μελησιγένης ἐκλήθη· μετωνομάσθη δ' Ὅμηρος ἐπειδὴ τὰς ὄψεις ἐπηρώθη· οὕτω δὲ ἐκάλουν οἵ τε Κυμαῖοι καὶ οἱ Ἴωνες τοὺς τὰς ὄψεις πεπηρωμένους παρὰ τὸ δεῖσθαι τῶν ὁμηρευόντων, ὅ ἐστι τῶν ἡγουμένων. καὶ ταῦτα μὲν Ἔφορος.